1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

200

ὥστε ἐξ ἁπάντων τούτων παρίστασθαι, μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέρεσθαι τὸ φάσκον λόγιον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ». μόνως δ' ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἁπάσης λέγεσθαι ταῦτα νοήσαιμεν· 8.1.33 αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο. κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἥ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον, ὡς εἰ σαφέστερον ἔλεγεν· «οὐκ ἐκλείψει» τοῦ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή. 8.1.34 ὁ γοῦν Σύμμαχος, «οὐ περιαιρεθήσεται», φησίν, «ἐξουσία ἀπὸ Ἰούδα», τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. ταύτης γοῦν οὔτε τὸ «σκῆπτρον», ὡς ὁ Ἀκύλας φησίν βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς, οὔτε τὴν «ἐξουσίαν», κατὰ τὸν Σύμμαχον, περιαιρεθήσεσθαι θεσπίζει, «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται», καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν. 8.1.35 ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ' αὐτὸν προπάτορσι κεχρηματισμένην; Πρῶτον μὲν οὖν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶν τῶν παρ' Ἑβραίοις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆς Ἰούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία· οὐ δι' ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα. 8.1.36 ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐτὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν, ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥουβείμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισεν, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευί, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῆς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μακροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι' οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι; τίς δ' οὐκ ἂν ὁμολογήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βενιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρόπολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κεκλήρωτο; ἀλλ' ὅμως οὐδ' ἐκ τούτων οὐδ' ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψεν, τῇ προφητείᾳ ἀκολούθως. 8.1.37 οὕτω γέ τοι τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μόνως οὕτως ἀληθῶς ἡ πρόρρησις ἀποδέδοται. ἀπὸ γοῦν τῶν Μωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶ μὲν αὐτῶν ἄρχοντες ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγησάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους. 8.1.38 παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ' ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ' ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλλου σπορᾶς, ἀλλ' ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ' αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ' Ἑβραίους χρὴ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τε καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην