200
παρὰ ταύτης κηρός, ἐναρμόζει τὸν περὶ ἑαυτὸν χαρακτῆρα τῷ περιέχοντι, τοὺς ἰδίους καταλαμβάνων τύπους ἐν τῷ χαράγματι, πρός τε τὰ κοῖλα διαδυόμενος καὶ τὰς ἐξοχὰς τῆς γλυφῆς <τοῖς> ἰδίοις ἀναδεχόμενος τύποις, εἰ δὲ ξένος τις καὶ ἀλλότριος τύπος ἐντεθείη τῇ γλυφῇ τῆς σφενδόνης, τραχύνει καὶ συγχεῖ τὴν ἰδίαν μορφὴν τοῖς ἀνοικείοις 3.2.147 χαράγμασι περιγλύφων τὸ εἶδος. ἀλλὰ μὴν ὁ ἐν τῇ μορφῇ τοῦ θεοῦ ὑπάρχων οὐκ ἄλλῳ τινὶ χαρακτῆρι παρὰ τὸν πατέρα μεμόρφωται, χαρακτὴρ ὢν τῆς τοῦ πατρὸς ὑπο στάσεως· ἡ δὲ μορφὴ τοῦ θεοῦ ταὐτὸν τῇ οὐσίᾳ πάντως ἐστίν. ὡς γὰρ ἐν τῇ μορφῇ τοῦ δούλου γενόμενος τῇ οὐσίᾳ τοῦ δούλου ἐνεμορφώθη, οὐ ψιλὴν ἀναλαβὼν ἐφ' ἑαυτοῦ τὴν μορφὴν οὐδὲ τῆς οὐσίας διεζευγμένην, ἀλλ' ἡ οὐσία τῇ μορφῇ συσσημαίνεται, οὕτως πάντως καὶ ὁ εἰπὼν αὐτὸν ἐν μορφῇ θεοῦ εἶναι τὴν οὐσίαν διὰ τῆς μορφῆς 3.2.148 ἐνεδείξατο. εἰ οὖν ἐν τῇ μορφῇ τοῦ θεοῦ ἐστι, καὶ ἐν τῷ πατρὶ ὢν ἐσφράγισται τῇ πατρῴᾳ δόξῃ, καθώς φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ ἡ λέγουσα Τοῦτον ὁ πατὴρ ἐσφράγισεν ὁ θεός, διὸ καὶ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἡ τῆς ἀγαθότητος εἰκὼν καὶ τὸ τῆς δόξης ἀπαύγασμα καὶ πάντα ὅσα τοιαῦτα τὸ μὴ ἀναρμόστως ἔχειν τοῦ υἱοῦ τὴν οὐσίαν πρὸς τὸν πατέρα μαρτύρεται, ἄρα προδήλως τὸ τῆς βλα σφημίας τῶν ἀντικειμένων ἀσύστατον διὰ τῶν εἰρημένων 3.2.149 ἐλέγχεται. εἰ γὰρ τὰ παρηλλαγμένα οὐ συναρμόζεται, ὁ δὲ σφραγισθεὶς ὑπὸ τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ ἔχων ἐκεῖνον διὰ πάντων δείκνυσι τὸ συμφυὲς καὶ εὐάρμοστον, ἄρα διὰ τούτων ἡ ἀτοπία τῶν ἐναντίων κατὰ κράτος ἐλέγχεται. ὡς γὰρ ἐδείχθη τὸ παρηλλαγμένον ἀνάρμοστον, οὕτω τὸ ἔμ παλιν ἀναντιρρήτως ὁμολογεῖται τὸ εὐάρμοστον ἀπαράλ 3.2.150 λακτον πάντως. ὡς γὰρ τὸ παρηλλαγμένον οὐχ ἁρμόζεται, οὕτω τὸ ἁρμοζόμενον οὐ παρήλλακται· ὁ δὲ λέγων τῆς ἀγαθῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ μονογενοῦς παραλλάττειν φύσιν, ἐν αὐτῷ τῷ ἀγαθῷ τὴν παραλλαγὴν πάντως βλέπει. τὸ δὲ τοῦ ἀγαθοῦ παρηλλαγμένον τί ἐστι, Νοήσατε οἱ ἄκακοι τὴν πανουργίαν, ἡ παροιμία φησίν. 3.2.151 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. 20οὐδέν20 φησιν 20ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐ σίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. τί νοῶν ταῦτα λέγει; δύο γὰρ ἀπ' ἀλλήλων διακρίνας ὀνό ματα καὶ τὰ δι' αὐτῶν σημαινόμενα συνδιαχωρίσας τῷ λόγῳ, ἐφ' ἑαυτοῦ ἑκάτερον ἰδιαζόντως ἐκτίθεται. ἓν ὄνομα ἡ 20γέννησις20 καὶ ἕτερον ὄνομα ἡ 20οὐσία20. δέχεται, φησίν, ἡ οὐσία τὴν γέννησιν, ἄλλο τι οὖσα δηλονότι παρὰ τὴν 3.2.152 γέννησιν. εἰ γὰρ ἡ γέννησις οὐσία ἦν, ὅπερ δὴ συνεχῶς ἀποφαίνεται, ὥστε τὰς δύο προσηγορίας ἰσοδυναμεῖν ἀλλή λαις κατὰ τὴν ἔμφασιν, οὐκ ἂν εἶπεν ὅτι 20δέχεται20 ἡ οὐσία τὴν γέννησιν· ἴσον γὰρ ἂν ἦν τῷ εἰπεῖν ὅτι τὴν οὐσίαν ἡ οὐσία ἢ ὅτι τὴν γέννησιν ἡ γέννησις δέχεται, εἴπερ ταὐτὸν ἦν τῇ οὐσίᾳ ἡ γέννησις. οὐκοῦν ἄλλο μέν τι νοεῖ τὴν γέννησιν, ἄλλο δέ τι τὴν οὐσίαν, ἣ τὴν γέννησιν δέχεται. οὐ γὰρ ἂν ἦν ταὐτὸν τῷ ὑποδεχομένῳ τὸ λαμβα νόμενον. τοῦτο μὲν οὖν ἡ σοφὴ τοῦ λογογράφου τεχνο λογία φησίν. εἰ δέ τις ἔγκειται νοῦς τοῖς εἰρημένοις, ὁ κρίνειν ἐπεσκεμμένος ἐπισκεψάσθω τὸν λόγον. πάλιν δὲ τὸ ῥηθὲν ἀναλήψομαι. 3.2.153 20Οὐδὲν ἕτερον εὑρίσκειν20 λέγει 20παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. ἀλλὰ τὸ μηδεμίαν ἐγκεῖσθαι τοῖς εἰρημένοις διάνοιαν παντὶ δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν ἐπαΐοντι λόγων· ὑπόλοιπον δὲ ἂν εἴη τὴν βλασφημίαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν, ἣν διὰ τῶν ἀδιανοήτων τούτων κατασκευάζει ῥημάτων. βούλεται γάρ, εἰ καὶ μὴ δύναται διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν, ταύτην ἐμποιῆσαι τοῖς ἀκροαταῖς τὴν διάνοιαν, ὅτι κατασκευαστή ἐστι τοῦ υἱοῦ ἡ οὐσία· γέννησιν δὲ τὴν κατασκευὴν ὀνο μάζει, τῇ εὐσημοτάτῃ φωνῇ τὸ φρικτὸν περιστέλλων τῆς βλασφημίας, ὡς ἂν εὐπαράδεκτος γένοιτο ἡ τοῦ ἐκτίσθαι τὸν κύριον συγκατάθεσις, τῇ τῆς γεννήσεως λέξει τῆς 3.2.154 κατασκευῆς δηλουμένης. λέγει τοίνυν ὅτι ἡ οὐσία τὴν γέννησιν δέχεται, ἵν' ὥσπερ ἐν ὑποκειμένῳ τινὶ πράγματι πᾶσα κατασκευὴ θεωρεῖται (οὐ γὰρ ἄν τις εἴποι κατε σκευάσθαι ὃ μὴ ὑφέστηκεν), οὕτως οἷόν τι κατασκεύασμα τὴν τοῦ μονογενοῦς θεοῦ φύσιν *** προτείνας τῷ λόγῳ τὴν ποίησιν. 20εἰ τοίνυν τὴν γέννησιν δέχεται ταύ την20, φησί, τοιοῦτο σημᾶναι βουλόμενος, ὅτι οὐκ ἂν ἦν, εἰ μὴ κατεσκευάσθη. τί δὲ ἄλλο τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐστὶ μὴ γενόμενον; οὐρανός, ἀήρ, γῆ, θάλαττα, πᾶν ὅτιπερ ἔστι, γενόμενον πάντως ἐστίν· ὧν οὐδὲν ἂν ἦν, εἰ 3.2.155 μὴ γενόμενον ἦν. πῶς οὖν ὡς ἐξαίρετόν τι τῇ τοῦ μονο γενοῦς ἐνεθεώρησε φύσει τὸ εἰς αὐτὴν τὴν οὐσίαν ἀνα δέχεσθαι τὴν γέννησιν (οὕτω γὰρ τὴν κατασκευὴν ὀνο μάζει, ὡς τοῦ βομβυλιοῦ καὶ τοῦ κώνωπος οὐκ εἰς ἑαυτόν, ἀλλ' εἰς ἕτερόν τι παρ' ἑαυτὸν δεξαμένου τὴν