201
φυλὴν ὑπὸ τοῦ προφήτου τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου». 8.1.39 οἶδεν γὰρ αὐτήν, ἅτε προνομίας ἠξιωμένην, πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα «σκύμνος λέοντος» εἶναι λέγεται. 8.1.40 σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησιν λέγων· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». 8.1.41 τὸ δὲ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος» τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησιν. τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλήν, τίς, φησίν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος. 8.1.42 Τίς δὲ ἄρα οὗτος ἦν, ἑξῆς ἡμᾶς ἐφίστησιν, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα «προσδοκίαν» ἔσεσθαι «τῶν ἐθνῶν», ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείψειν καὶ ἄρχοντα καὶ ἡγούμενον καὶ μετασταθήσεσθαι καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται. 8.1.43 τίς δ' οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; οὗ ἐπὶ τῆς γενέσεως, ἀκολούθως τῇ προκειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις, παρ' ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων, ἰδίως τοῦ ἔθνους αὐτῶν ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται. 8.1.44 ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς, ὁ δ' Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὃς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται. 8.1.45 οὗτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανόν, ἐφ' ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελών, πρῶτός τε αὐτός, ὡς ἔφην, ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς. καθ' ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία, «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», φήσασα, «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ», ὃν καί φησιν γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν. 8.1.46 Ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν ἐκλελοιπότων ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ' αὐτῶν ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας». καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει· 8.1.47 ὑπογράψας δ' οὖν τὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν γένεσιν, ἐπιλέγει· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» δι' ὧν σαφῶς παρίστησιν καὶ τοῦ ἀλλοφύλου τὴν κατ' αὐτῶν ἀρχὴν καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν. 8.1.48 ὁμοῦ τε γὰρ