202
Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν, καὶ τὸν πάλαι προ φητευόμενον Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ' ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παισὶν ἐθέσπισεν εἰπών· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν», ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους. 8.1.49 τί δῆτα δεῖν αὐτοῖς ἀπαντᾶν ἔμελλεν; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἄρχουσα, κατὰ τὸ «καὶ αὐτὸς προσδοκία ἐθνῶν». 8.1.50 τίς δ' οὐκ ἂν ὁμολογήσειεν ταῦθ' οὕτω σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι, ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χριστοῦ γενέσεως ἐπ' οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσίν τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλή, βασιλικὴ οὖσα, τῶν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη «προσδοκία τῶν ἐθνῶν» εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται. 8.1.51 ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ κυρίῳ. 8.1.52 τίνα δὲ ἢ τὰ δηλούμενα διὰ τοῦ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν;» ταῦτα γὰρ καθ' ἑτέραν διάνοιαν «τὰ αὐτῷ ἀποκείμενα». Ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἱ θεῖοι χρησμοί. τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακώβ· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ τὰ ἑξῆς. 8.1.53 οἷς ἐπείρηται· «ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν», τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ ∆αβὶδ ὀνομάζουσιν· Σολομῶνα μὲν ὡς ἐν οαʹ ψαλμῷ, ἐπιγεγραμμένῳ μὲν «εἰς Σολομῶνα», σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι. 8.1.54 τὸ γὰρ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», καὶ ὅσα τούτοις ἑξῆς ὁ ψαλμὸς περιέχει, μόνῳ τῷ Χριστῷ ἁρμόζοι ἄν. 8.1.55 ∆αβὶδ δὲ ἐν πηʹ ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ ∆αβὶδ μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου», 8.1.56 καὶ πάλιν· «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». οὕτως οὖν μετὰ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι' ὧν αὐτὸν οἱ θεῖοι λόγοι σημαίνουσιν, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονεν φυλῆς· 8.1.57 «πρόδηλον γὰρ» κατὰ τὸν ἀπόστολον «ὅτι ἐκ» φυλῆς «Ἰούδα ἀνατέταλκεν» ὁ σωτὴρ καὶ «κύριος ἡμῶν». τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ «ἀποκείμενα» ἦν τὰ προφητευόμενα. 8.1.58 Τίνα δὲ ἦν ταῦτα; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν