202
ἔσχε καὶ Παῦλος αἰτίαν παρ' Ἀθηναίοις ποτέ, πρὸς αὐτῶν ἐκείνων κατηγορούμενος ὡς ξένα καταγγέλλων δαιμόνια, ὅτε τὴν περὶ τοὺς δαίμονας πλάνην τῶν εἰδωλομανούντων διήλεγχε καὶ πρὸς τὴν ἀλή θειαν ἐχειραγώγει, καταγγέλλων ἐν τῷ Ἰησοῦ τὴν ἀνά στασιν. ταῦτα καὶ νῦν οἱ νέοι Στωϊκοὶ καὶ Ἐπικούρειοι τῷ μιμητῇ τοῦ Παύλου προφέρουσιν, οἱ εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, καθὼς περὶ τῶν Ἀθηναίων ἡ ἱστορία φησίν, 3.2.164 ἢ εἰς τὸ λέγειν τι καὶ ἀκούειν καινότερον. τί γὰρ ἂν εὑρεθείη τούτων καινότερον· υἱὸς ἐνεργείας καὶ πατὴρ κτίσματος καὶ θεὸς πρόσφατος ἐκ τοῦ μὴ ὄντος ἀναφυό μενος καὶ ἀγαθὸν ἀγαθοῦ παρηλλαγμένον; οὗτοί εἰσιν οἱ διὰ τοῦ μὴ εἶναι αὐτὸν λέγειν, ὅπερ ἐστὶν ἡ τοῦ γεννή σαντος φύσις, τιμᾶν προσποιούμενοι ταῖς καθηκούσαις τιμαῖς. ἆρ' αἰδεῖται τὸ εἶδος τῆς τοιαύτης τιμῆς ὁ Εὐνόμιος, εἰ μὴ πρὸς τὸν πατέρα λέγοι τις αὐτὸν ᾠκειῶσθαι τῇ φύσει, 3.2.165 ἀλλὰ πρός τι τῶν ἑτερογενῶν τὴν κοινωνίαν ἔχειν; εἰ γὰρ ὁ πρὸς τὴν κτίσιν κοινοποιῶν τὸν τῆς κτίσεως κύριον τιμᾶν ἐν τούτοις αὐτὸν διορίζεται, τιμάσθω καὶ οὗτος πρὸς τὸ ἄλογον ἢ ἀναίσθητον κατὰ τὴν φύσιν κοινοποιούμενος· εἰ δὲ τούτῳ χαλεπὸν καὶ ἐφύβριστον ἡ πρὸς τὸ χεῖρόν ἐστι κοινωνία, πῶς τῷ δεσποτεύοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθώς φησιν ὁ προφήτης, τιμή ἐστι τὸ τῇ ὑπο χειρίῳ καὶ δουλευούσῃ φύσει συγκατατάττεσθαι; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.3.1 Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐ νομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ εἰς πλῆθος ἐκτείνοι τὸν λόγον ἡ ἀκριβὴς θεωρία, συγγνώσεται πάντως ὁ εὐγνώμων ἀκροατής, οὐχ ἡμᾶς ἀδολεσχεῖν αἰτιώμενος, ἀλλ' ἐπὶ τὸν τὴν ἀφορμὴν δεδωκότα τὴν αἰτίαν ἐπαναφέρων. καί μοι συγκεχωρήσθω βραχέα τινὰ προδιεξελθεῖν τῆς τῶν προκειμένων ἐξετάσεως, οὐδὲ ταῦτα τυχὸν τοῦ σκοποῦ τῶν σπουδαζομένων ἀπᾴδοντα. 3.3.2 Οὐδὲν τῶν διὰ κτίσεως γεγονότων σεβάσμιον εἶναι τοῖς ἀνθρώποις ὁ θεῖος ἐνομοθέτησε λόγος, ὡς ἐκ πάσης μικροῦ δεῖν ἔστι τῆς θεοπνεύστου γραφῆς τὸ τοιοῦτο μαθεῖν. ὁ Μωϋσῆς, αἱ πλάκες, ὁ νόμος, οἱ καθεξῆς προφῆται, τὰ εὐ αγγέλια, τῶν ἀποστόλων τὰ δόγματα, πάντες ἐπίσης ἀπαγο ρεύουσι τὸ πρὸς τὴν κτίσιν βλέπειν. καὶ μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον ἐφεξῆς παρατίθεσθαι τῶν εἰς τοῦτο φε ρόντων· ἀλλὰ κἂν ὀλίγας τῆς θεοπνεύστου γραφῆς μαρτυ ρίας ἐκ πολλῶν παραθώμεθα, ἐπίσης πάντως ὁ λόγος τὸ ἀξιόπιστον ἔχει, διότι τῶν θείων ἕκαστον εἰς φανέρωσιν 3.3.3 ἀληθείας τὸ ἴσον ἔχει, κἂν ἐλάχιστον ᾖ. διχῇ γὰρ διῃρη μένης τῆς περὶ τῶν ὄντων ὑπολήψεως, εἴς τε τὴν κτίσιν καὶ εἰς τὴν ἄκτιστον φύσιν, ἐὰν ἐπικρατήσῃ τὸ παρὰ τῶν ἐναντίων νῦν σπουδαζόμενον, ὥστε κτιστὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λέγειν, ἀνάγκη πᾶσα ἢ ἀθετεῖσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ μὴ προσκυνεῖσθαι τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν διὰ τὸ μὴ δεῖν προσάγειν τὴν λατρείαν τῇ κτίσει, ἢ εἴπερ δυσωποίη τὰ ἐν εὐαγγελίοις θαύματα, δι' ὧν πρὸς τὸ σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐν ἐκείνοις δηλούμενον ἐναγόμεθα, εἰς ὁμοτιμίαν ἄγειν τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, εἴπερ κατὰ τὸ δόγμα τῶν ὑπεναντίων καὶ ὁ κτιστὸς προσ κυνοῖτο θεός, οὐδεμίαν ἐν τῇ φύσει τὴν προτίμησιν ἔχων τῆς ἄλλης κτίσεως· καὶ εἰ τοῦτο κρατήσειεν, εἰς ἀναρχίαν τινὰ πάντη καὶ δημοκρατικὴν αὐτονομίαν τὰ δόγματα τῆς 3.3.4 εὐσεβείας μετενεχθήσεται. ὅταν γὰρ μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ' εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς τὴν ἴσην ὑπόληψιν τῷ μετ' ἐκεῖνο θεωρουμένῳ γενή σεται κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἐκ τῆς ἀκολου θίας ταύτης ἡ πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν παρακειμένων μέχρι τῶν ἐσχάτων διεξιούσης. 2.1.153 ὄνομα. τί οὖν; ἆρα μὴ καὶ τοῦ ∆αβὶδ καταγνώσεται ὁ ὑπὲρ τοὺς προφήτας φρονῶν, ὅτι δι' ὧν ἐνόησε τὸν θεόν, διὰ τούτων ὠνόμασεν, ἢ καὶ πρὸς αὐτὸν ζυγομαχήσει τὴν σεμνὴν ἐκείνην ὥσπερ ἐκ τραγῳδίας προτείνων ῥῆσιν, ὅτι 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν τοῖς παρὰ τῆς ἐπινοίας ἀγάλλει ὀνόμασι, τὴν ἐφ' ἑαυτῇ μόνῃ καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως 2.1.154 ἀγαλλομένην20; ἐρεῖ γὰρ πάντως ὁ ὑπὲρ τοῦ προφήτου λέ γων, ὅτι ἡ μὲν θεία φύσις ἐφ' ἑαυτῇ μόνῃ ἀγάλλεται καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως, ὁ δὲ ἀνθρώπινος νοῦς, ὅσον χωρεῖ διὰ τῶν ἐνεργειῶν διδασκόμενος, τοσοῦτον φθέγγεται. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἡ σοφία φησὶ τὸν πάντων γενεσιουργὸν θεωρεῖσθαι· τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν