203
οὐσίᾳ τὰς τοιαύτας προσ ηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι' ὧν ὀνο μάζομεν, ἀλλ' ἡμᾶς αὐτοὺς διὰ τῶν λεγομένων ὁδηγοῦντες 2.1.155 πρὸς τὴν τῶν κρυπτῶν κατανόησιν. Εἶπα τῷ κυρίῳ, φησὶν ὁ προφήτης, θεός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. πῶς οὖν 20τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν20 ἡμεῖς οὕτως, καθώς φησιν οὗτος, 20ἀγάλλομεν20, ἥν φησιν ὁ προφήτης ἀπροσδεᾶ τῶν ἀνθρωπίνων εἶναι καλῶν; 2.1.156 ἢ ἀντὶ τοῦ ὀνομάζειν τὸ 20ἀγάλλειν20 ἐνόησε; καὶ μὴν ἀκούομεν παρὰ τῶν ὀρθῶς τῇ λέξει χρωμένων καὶ δι' ἀκριβείας τῶν ὀνομάτων τὴν χρῆσιν πεπαιδευμένων μὴ ἐπὶ ψιλῆς τῆς δηλώσεως τὴν τοῦ 20ἀγάλλειν20 τετάχθαι φωνήν, ἀλλὰ τὸ μὲν τοιοῦτον ἢ γνωρίζειν ἢ δηλοῦν ἢ σημαίνειν ἢ 2.1.157 ἄλλο τι τοιουτότροπον λέγεσθαι, τὸ δὲ ἀγάλλειν ἴσον ἐστὶ τῷ ἐπικαυχᾶσθαι καὶ ἐπευφραίνεσθαι καὶ εἴ τι τῆς τοιαύτης ἐμφάσεως ἔχεται· ὁ δέ φησιν ἡμᾶς 20τοῖς τῆς ἐπινοίας ὀνόμασι τὴν μακαρίαν ἀγάλλειν ζωήν20. ἡμεῖς δὲ προσθεῖναι μέν τινα τῇ θείᾳ φύσει τιμὴν τῇ ὑπὲρ πᾶσαν οὔσῃ τιμὴν μεῖζον ἢ κατὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην οἰόμεθα, γνωρίσαι δέ τι τῶν περὶ αὐτὴν διὰ τῶν εὐσεβῶς ἐπινοουμένων ῥημάτων τε καὶ ὀνομάτων ἐπιχειρεῖν οὐκ ἀρ 2.1.158 νούμεθα. καὶ διὰ τοῦτο καθ' ὅσον δυνατὸν ἡμῖν τὸ εὐσεβὲς ἰχνεύοντες τὸ μὴ ἐξ αἰτίας ὑπερκειμένης τὸ πρῶτον αἴτιον τὴν ὑπόστασιν ἔχειν καταλαμβάνομεν. ὅπερ εἰ μὲν ὡς ἀληθὲς ἀποδέχοιτό τις, ἐπαινετὸν ἂν εἴη διὰ τὴν ἀλήθειαν μόνην· εἰ δὲ ὡς μεῖζον τῶν λοιπῶν τῶν περὶ τὴν θείαν φύσιν νοουμένων τὸ τοιοῦτον κρίνοι καὶ διὰ τοῦτο μόνῃ ταύτῃ τῇ ὑπολήψει λέγοι τὸν θεὸν ἐπιγαυριῶντα καὶ εὐφραινόμενον ὥς τινι τῶν ὑπερεχόντων ἀγάλλεσθαι, μόνης τῆς Εὐνομίου Μούσης ἂν εἴη τοῦ λέγοντος αὐτὴν ἐφ' ἑαυτῇ τὴν ἀγεννη σίαν ἀγάλλεσθαι, ἣν δὴ οὐσίαν τε λέγει καὶ μακαρίαν τε καὶ θείαν ὀνομάζει ζωήν. 2.1.159 Ἀλλ' ἀκούσωμεν πῶς κατὰ 20τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον20 (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς διὰ τούτων 20διαλύειν μέν20 φησι 20τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστέλλειν δὲ τὴν τῶν ἠπατημένων ἄγνοιαν20. αὐταῖς γὰρ χρήσομαι τοῦ δι θυραμβιστοῦ ταῖς ὁμοιοκαταλήκτοις φωναῖς. 20εἰπόντες20, φησίν, 20ὅτι τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φω ναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τού τοις· ὁ δὲ θεὸς καὶ σιωπώντων καὶ φθεγγομέ νων καὶ γεγονότων καὶ πρὸ τοῦ γεγονέναι τὰ 2.1.160 ὄντα ἦν τε καὶ ἔστιν ἀγέννητος20. μάθωμεν τοίνυν τί κοινὸν ἔχει ῥημάτων ἐπίνοια ἢ ὀνομάτων θέσις πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποιᾶς τῶν ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειούμεθα, ὥστε εἰ ἀγεννήτως ἔστιν ὁ θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐμφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἄκυρον κρίνειν, εἰ κατ' ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα 2.1.161 τύχοι. οὐ γὰρ ταὐτόν ἐστι τῷ εἶναι τὸ λέγεσθαι. ἀλλ' ἐστὶ μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ θεός, λέγεται δὲ παρ' ἡμῶν, ὡς ἂν ᾖ δυνατὸν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἣ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει μὴ διὰ φωνῆς ἐκκαλυπτομένας καὶ λόγου. οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες ἐπινοίᾳ τινὶ τὴν νόησιν 2.1.162 ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν. τίς οὖν ἡ βλάβη τῷ ὄντως ὄντι τὸ ὡς ἔστι παρ' ἡμῶν ὀνομά ζεσθαι; οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον καὶ τὸ ὑπάρ χειν ἀγεννήτως ἐστίν, ἀλλ' ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. τοῦτο δὲ οὐ συνεῖδεν ὁ λεπτὸς τὴν διάνοιαν οὐδὲ τὰ παρ' αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. ἦ γὰρ ἂν ἐπαύσατο τοὺς δι' ἐπινοίας τὴν 20ἀγεννησίαν20 ὀνοματο 2.1.163 ποιοῦντας κακίζων. σκοπεῖτε γὰρ ὅ φησι· 20τὰ κατ' ἐπί νοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται, ὁ δὲ θεὸς καὶ γεγενημένων καὶ πρὸ τοῦ γενέ σθαι τὰ ὄντα καὶ ἦν καὶ ἔστιν ἀγέννητος20. ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστὶν ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως, καὶ σιωπώντων καὶ φθεγγομένων οὔτε μᾶλλον οὔτε ἧττον ὢν ὅ ἐστιν, ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τὴν τῶν ἀνθρώπων κατασκευὴν ἐγνωρίσθη 2.1.164 τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ θεοῦ