204
γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων «τίς ἐγερεῖ αὐτόν». θαυμαστικῶς δὲ ἐπιλέγει τὸ τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀναστήσων αὐτόν, ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων, τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεξάμενον ἐκ νεκρῶν ἀναστήσων. 8.1.67 τίς δ' ἂν εἴη ἄλλος ἢ ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφήν· «ὃν» ὁ πατὴρ «ἤγειρεν ἐκ νεκρῶν;» ἀντὶ δὲ τοῦ «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης» ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησίν· «σκύλαξ λέοντος, Ἰούδα, ἀπὸ ἁλώσεως, υἱέ μου, ἀνέβης· κάμψας κατεκλίθης», 8.1.68 ὁ δὲ Σύμμαχός φησιν· «σκύμνος λέοντος, Ἰούδα, ἐκ θηριαλώσεως, υἱέ μου, ἀνέβης· ὀκλάσας ἡδράσθης», δι' ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ ᾅδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ σωτῆρος ἡμῶν ἀποφυγή. 8.1.69 τὸ δὲ «ὀκλάσαι» καὶ «ἑδρασθῆναι», ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδειξεν διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι. Ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ. πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανεν, τὸ Ἰουδαίων συνεστήκει ἔθνος, καὶ οἱ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς. 8.1.70 ἐπεὶ δὲ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπι κότος, ἀναπεσών τε καὶ κοιμηθείς, ἢ ὀκλάσας, κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλών, οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταί, πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες, ὕστερον καὶ ὡς θεὸν ὡμολόγησαν εἶναι καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο «τὰ ἀποκείμενα αὐτῷ», ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ». 8.1.71 ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ, διαλελοίπασι μὲν οἱ ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη, τὸν Χριστὸν ἐπιγνόντα τοῦ θεοῦ, αὐτὸν ἐπεγράψαντο σωτῆρα καὶ προσδοκίαν. 8.1.72 Μετὰ ταῦτα πάντα ἐπιλέγεται· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». 8.1.73 αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων· τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορόν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησεν τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός ἐστιν». ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαόν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ. 8.1.74 εἴποι δ' ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένον, καὶ πῶλον· λύσαντες ἀγάγετέ μοι». 8.1.75 καὶ ἔστιν γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ' ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλ' ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης. 8.1.76 τοῦτο γὰρ καὶ ἄλλος προφητῶν ἐθαύμασεν φήσας· «χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». τὸ δὲ «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ» σκέψαι καὶ αὐτὸς μήποτε ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὐτοῦ καὶ τὸ περιβόλαιον