204
τιμηθέντων. εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ 20ἀγεννησία20, πῶς οὐ συνίησιν οἷς κατασκευάζει, τούτοις μαχόμενος; ἡμεῖς τε γάρ φαμεν ἐφευρῆσθαι τοῖς οὖσι τὰ γνωριστικὰ τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐννοίας, κἀκεῖνος ὑστέρους ὁμολογεῖ τοὺς κεχρημένους τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς, εἶναι δὲ τὴν θείαν φύσιν, ὡς νῦν 2.1.165 τε ἔστι καὶ ἀεὶ ἦν, ἀγεννήτως. εἰ οὖν ἐκεῖνός τε προϋπ άρχειν τῶν ἀνθρώπων ὁμολογεῖ τὴν μακαρίαν ζωήν (πάλιν γὰρ ἐπαναστρέψας τῷ αὐτῷ χρήσομαι λόγῳ) ἡμεῖς τε τὸ χρόνοις ὕστερον φῦναι τοὺς ἀνθρώπους οὐκ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαί φαμεν καὶ ὀνόμασιν, ἀφ' οὗ τε συνέ στημεν καὶ τὸ λογικοὶ εἶναι παρὰ τοῦ πεποιηκότος ἐσχή καμεν, ἡ δὲ 20ἀγεννησία20 ὄνομά ἐστιν ἐμφαντικὸν τοῦ ἰδίου νοήματος, πᾶν δὲ ὄνομα τοῦ ἀνθρωπίνου λόγου μέρος ἐστίν, ἄρα ὁ προϋφεστάναι τῶν ἀνθρώπων τὴν θείαν φύσιν ὁμο λογῶν μεταγενεστέραν εἶναι τὴν ἐφευρεθεῖσαν τῇ φύσει 2.1.166 κλῆσιν συντίθεται. οὐδὲ γὰρ ἦν εἰκὸς τοῦ λόγου τὴν χρῆσιν πρὸ τῆς τῶν κεχρημένων κατασκευῆς ἐνεργεῖσθαι, ὥσπερ οὐδὲ γεωργίαν πρὸ τῶν γεωργούντων οὐδὲ ναυτιλίαν πρὸ τῶν ναυτιλλομένων οὐδὲ ἄλλο τι τῶν κατὰ τὸν βίον ἐνεργουμένων πρὸ τοῦ συστῆναι τὸν ἀνθρώπινον βίον. τί οὖν ἡμῖν διαμάχεται ὁ τοῖς ἰδίοις αὐτοῦ λόγοις ἀκολουθεῖν οὐ γινώσκων; Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς 2.1.167 τοῦ κόσμου συστάσεως ἦν. ἀλλ' ὀνομάζεσθαι τοῦτόν φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα. εἰ γὰρ διὰ τοῦτο χρώ μεθα τοῖς ὀνόμασιν, ὥστε διδασκαλίαν· ἡμῖν ἐκεῖθεν τῶν πραγμάτων γίνεσθαι, μόνον δὲ τὸ ἀγνοοῦν ἐπιδεές ἐστι τοῦ διδάσκοντος, ἡ δὲ θεία φύσις διὰ τὸ πᾶσαν ἐμπεριειληφέναι τὴν γνῶσιν κρείττων πάσης διδασκαλίας ἐστί, δείκνυται διὰ τούτων ὅτι οὐ τοῦ θεοῦ χάριν ἀλλ' ἡμῶν ἕνεκα τὰ ὀνόματα 2.1.168 πρὸς δήλωσιν τοῦ ὄντος ἐπινενόηται. οὐ γὰρ ὅπως ἂν ἐκεῖνος ἑαυτὸν μάθοι, τὸ τῆς ἀγεννησίας ὄνομα τῇ φύσει ἐφήρμοσεν. ὁ γὰρ εἰδὼς τὰ πάντα καὶ ἑαυτὸν πρὸ πάντων συλλαβῶν καὶ ῥημάτων πρὸς τὸ μαθεῖν ὡς ἔχει φύσεως καὶ ἀξίας οὐκ ἐπιδέεται· ἀλλ' ὅπως ἡμεῖς τινα τῶν εὐσε βῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σήμαντρα καὶ χαρακτῆρας τὰς διὰ τοῦ λόγου τυπώσεις τοῖς τῆς διανοίας κινήμασιν ἐπιγράψαντες, ὥστε τῶν ἐγγινομένων τῇ ψυχῇ κινημάτων τρανὴν καὶ ἀσύγχυτον ποιεῖσθαι τὴν δήλωσιν διὰ τῶν ἐφηρμοσμένων τοῖς νοήμασι 2.1.169 φθόγγων. τί τοίνυν ἐλέγχει τὸν ἡμέτερον λόγον, καθ' ὅν φαμεν ἐπινενοῆσθαι τὸ τῆς 20ἀγεννησίας20 ὄνομα πρὸς ἔν δειξιν τοῦ ἀνάρχως τὸν θεὸν ὑφεστάναι, τῷ λέγειν ὅτι ὁ θεὸς καὶ λαλούντων καὶ σιωπώντων καὶ διανοουμένων καὶ πρὸ τῆς τῶν γενομένων ἐπινοίας ἦν τε καὶ ἔστιν ἀγέν νητος; εἰ μὲν γάρ τις ἦν ὁ κατασκευάζων μὴ πρότερον αὐτὸν ἀγέννητον εἶναι πρὶν ἢ παρ' ἡμῶν ἐξευρεθῆναι τὸ ὄνομα, συγγνωστὸς ἂν ἦν πρὸς τὴν τοιαύτην ἀτοπίαν ἐκεῖνα 2.1.170 γράφων. εἰ δὲ τὸ προϋφεστάναι καὶ λόγου καὶ διανοίας αὐτὸν παρὰ πάντων ὁμολογεῖται, ἡ δὲ τοῦ ὀνόματος θέσις, καθ' ἣν ὁ νοῦς ἐξαγγέλλεται, δι' ἐπινοίας παρ' ἡμῶν ἐξευ ρῆσθαι λέγεται, ὁ δὲ σκοπὸς αὐτῷ τῆς πρὸς ἡμᾶς ἐστι μάχης τὸ δεῖξαι μὴ παρὰ ἀνθρώπων ἐπινενοῆσθαι τὸ ὄνομα, ἀλλ' εἶναι τοῦτο καὶ πρὸ τῆς ἡμετέρας συστάσεως, οὐκ οἶδα περὶ τίνος λεγόμενον τί κοινὸν ἔχει πρὸς τὴν προκει μένην αὐτῷ σπουδὴν τὸ πρὸ τῶν ὄντων ὑφεστάναι τὸν θεὸν ἀγεννήτως λέγειν καὶ τὸ διαβεβαιοῦσθαι μεταγενεστέραν 2.1.171 εἶναι διαγωνίζεσθαι τοῦ θεοῦ τὴν ἐπίνοιαν. μὴ γὰρ ἐπί νοιάν τις εἶναι τὸν θεὸν ἀποφαίνεται, ὥστε τοῖς τοιούτοις πρὸς αὐτὸν τῶν λόγων διαγωνίζεσθαι καὶ λέγειν ἃ εἴρηκεν, ὅτι 20μαινομένων ἐστὶ τὸ πρεσβυτέραν τῶν ἐπι νοούντων ἡγεῖσθαι τὴν ἐπίνοιαν20, καὶ ἔτι πρὸς τούτοις ὅσα ὑποβὰς διεξέρχεται·