205
20ὥσπερ οὖν οὐδὲ ἐκεῖνο φρονούντων, τὸ τοὺς ἀνθρώπους, καί περ ὅντας ὑστάτους τῶν τοῦ θεοῦ δημιουργη μάτων, προτάττειν τῆς σφῶν αὐτῶν ἐπινοίας.20 μεγάλην γὰρ <ἂν> τῷ ὄντι τὴν ἰσχὺν ὁ λόγος εἶχεν, εἴπερ τις ἐκ μανίας ἢ παραφροσύνης ἐπίνοιαν εἶναι τὸν θεὸν ἀπε 2.1.172 φαίνετο. εἰ δὲ οὗτος μὲν ὁ λόγος οὔτε ἔστιν οὔτε μὴν γεγένηται (τίς γὰρ ἂν εἰς τοῦτο παραπληξίας ἐλάσειεν, ὥστε τὸν ὄντως ὄντα καὶ τὰ ἄλλα πάντα ὅσα ἔστιν εἰς γένεσιν ἀγαγόντα, τοῦτον μὴ καθ' ὑπόστασιν ἰδίαν εἶναι λέγειν, ἀλλ' ἐπίνοιαν ὀνόματος αὐτὸν ἀποφαίνεσθαι;) τί μάτην σκια 2.1.173 μαχεῖ τοῖς οὐ τεθεῖσι μαχόμενος; ἢ πρόδηλος ἡ αἰτία τῆς ἀδιανοήτου ταύτης φιλονεικίας, ὅτι τοὺς ἐξαπατηθέντας διὰ τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος αἰσχυνόμενος, ἐπειδὴ διηλέγχθη πάμπολυ τῆς κατὰ τὴν οὐσίαν σημασίας κεχω ρισμένον τὸ ὄνομα, ἑκὼν ποιεῖται τῶν λεγομένων τὴν σύγχυσιν, ἀπὸ τοῦ ὀνόματος ἐπὶ τὰ πράγματα μεταβιβάζων τὴν μάχην, ὡς τοὺς ἀνεπιστάτους εὐκόλως διὰ τῆς τοιαύτης παρα κρουσθῆναι συγχύσεως, νομίζοντας ἢ ἐπίνοιαν τὸν θεὸν παρ' ἡμῶν εἰρῆσθαι ἢ τῆς τῶν ἀνθρωπίνων ὀνομάτων εὑρέσεως δεύτερον, καὶ διὰ τοῦτο καταλιπὼν ἀνέλεγκτον τὸ ἡμέτερον 2.1.174 πρὸς ἕτερα μεταφέρει τὴν μάχην; τὸ γὰρ παρ' ἡμῶν ἦν, 2.1.174 καθὼς εἴρηται, τὸ τῆς 20ἀγεννησίας20 ὄνομα μὴ τὴν φύσιν ἐνδείκνυσθαι, ἀλλ' ἐξ ἐπινοίας ἐφαρμόζειν τῇ φύσει, δι' ἧς τὸ ἄνευ αἰτίας αὐτὸν ὑφεστάναι σημαίνεται. τὸ δὲ παρ' αὐτῶν κατασκευαζόμενον ἦν αὐτῆς εἶναι τῆς οὐσίας ἐν δεικτικὴν τὴν φωνήν. ποῦ τοίνυν κατεσκευάσθη τὸ οὕτως 2.1.175 ἔχειν τὴν τοῦ ὀνόματος δύναμιν; ἀλλὰ ταῦτα μὲν ἑτέροις που πάντως τεταμίευται λόγοις, ὁ δὲ πᾶς αὐτῷ πόνος εἰς τὸ ὑφεστάναι τὸν θεὸν ἀγεννήτως ἠσχόληται· ὅμοιον ὥσπερ ἂν εἴ τις σαφῶς αὐτὸν περὶ τούτων ἤρετο, τίνα περὶ τοῦ ὀνόματος τῆς ἀγεννησίας ἔχοι διάνοιαν, εἴτε ὡς ἐπινοου μένου πρὸς ἔνδειξιν τοῦ ἀνάρχως εἶναι τὸ πρῶτον αἴτιον εἴτε καὶ ὡς αὐτῆς δηλωτικοῦ τῆς οὐσίας, ὁ δὲ μάλα σεμνῶς καὶ ἐπιστατικῶς ἀπεκρίνατο τὸ οὐρανοῦ καὶ γῆς 2.1.176 τὸν θεὸν ποιητὴν εἶναι μὴ ἀμφιβάλλειν. ὡς τοίνυν οὗτος ὁ λόγος ἀπᾴδει τοῦ προταθέντος καὶ οὐ συνήρτηται, κατὰ τὸν αὐτὸν τρόπον εὕροις ἂν καὶ ἐπὶ τῆς καλλιγραφηθείσης αὐτῷ καθ' ἡμῶν μάχης τὸ πρὸς τὸν σκοπὸν ἀσυνάρτητον. οὑτωσὶ δὲ σκοπήσωμεν. 2.1.177 Ἀγέννητόν φασι τὸν θεὸν εἶναι· τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν 20ἀγεννησίαν20 οὐσίαν εἶναι· πρὸς τοῦτο παρ' ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό φαμεν ἐνδεικτικὸν εἶναι τοῦ ἀγεννήτως τὸν θεὸν ὑφεστάναι, οὐ τὴν ἀγεννησίαν εἶναι θεόν. ἐλέγχειν ἐπαγγέλλεται τὸν ἡμέτερον λόγον· τίς οὖν ὁ ἔλεγχος; ὅτι πρὸ τῆς τῶν ἀν 2.1.178 θρώπων συστάσεως ἦν, φησίν, ἀγεννήτως. τί τοῦτο πρὸς τὸ ζητούμενον; δείξειν οὗτος κατεπαγγέλλεται ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὸ ὄνομα. οὐσίαν γὰρ εἶναι τὴν 20ἀγεννη σίαν20 ὁρίζεται. τίς οὖν ἡ ἀπόδειξις; τὸ δεῖξαι προϋφε στῶτα τῶν φωνῇ κεχρημένων τὸν θεόν; ὢ τῆς ἀναντιρρήτου καὶ θαυμαστῆς ἀποδείξεως. αὕτη ἐστὶν ἡ ἐκ τῆς διαλε κτικῆς τέχνης λογικὴ λεπτουργία, πρὸς ἣν τίς <ἂν> ἀντιβλέ 2.1.179 ψειε τῶν ἀμυήτων τῆς ἀπορρήτου παιδεύσεως; ἀλλὰ σεμνῶς ἡμῖν ἐν ταῖς περὶ τῆς ἐπινοίας διαστολαῖς αὐτὸ διακωμῳδεῖ τῆς ἐπινοίας τὸ ὄνομα. 20τῶν γὰρ οὕτω κατ' ἐπί νοιαν λεγομένων20 φησὶ 20τὰ μὲν κατὰ τὴν προφορὰν ἔχειν μόνην τὴν ὕπαρξιν ὡς τὰ μηδὲν σημαίνοντα, τὰ δὲ κατ' ἰδίαν διάνοιαν· καὶ τούτων τὰ μὲν κατὰ αὔξησιν ὡς ἐπὶ τῶν κολοσσιαίων, τὰ δὲ κατὰ μείω σιν ὡς ἐπὶ τῶν πυγμαίων, τὰ δὲ κατὰ πρόσθεσιν ὡς ἐπὶ τῶν πολυκεφάλων ἢ κατὰ σύνθεσιν ὡς ἐπὶ 2.1.180 τῶν μιξοθήρων20. ὁρᾷς εἰς τί τὴν ἐπίνοιαν ἡμῖν ὁ σοφὸς διακερματίσας περαιτέρω τὴν δύναμιν αὐτῆς προελθεῖν οὐκ ἠξίωσεν. ἀσήμαντον εἶναί φησι τὴν ἐπίνοιαν, ἀδιανόητον, τὰ παρὰ φύσιν σοφιζομένην ἢ διακολοβοῦσαν ἢ ὑπερτείνουσαν τὰ ὡρισμένα μέτρα τῆς φύσεως ἢ ἐξ ἑτεροφυῶν συντιθεῖσαν ἢ τερατευομένην ταῖς ἀλλοκότοις προσθήκαις. ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ 2.1.181 ἀνόνητον τῷ βίῳ τὸ κατ' αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν