206
αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ ∆ανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανείς, τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαιρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλλωσιν καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ' ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης. 8.2.6 καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμμένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ. 8.2.7 φησὶν οὖν αὐτῷ· «∆ανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ», σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔννοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας· «ὀπτασίαν» γοῦν αὐτά φησιν διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι. 8.2.8 διόπερ καὶ αὐτοί, τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ' αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμούς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. «Ἑβδομήκοντα», φησίν, «ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». 8.2.9 ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει, παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος «ἐπὶ τὸν λαόν σου», τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους. 8.2.10 καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ ∆ανιήλ φησιν «λαόν σου»· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν ἑαυτοῦ ὁ θεὸς ἀλλὰ τοῦ Μωσέως προσεῖπεν φήσας «βάδιζε, κατάβηθι, ἠνόμησεν γὰρ ὁ λαός σου», τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ' αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ' ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν. 8.2.11 ἐπιλέγει δέ· «καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν», τὸ «σοῦ» πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου», ὡς εἰ ἔφασκεν· τὴν σοὶ νενομισμένην ἁγίαν. τὸ γοῦν Ἑβραϊκὸν καὶ οἱ λοιποὶ συμφώνως ἑρμηνευταὶ οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ «σοῦ» προσκείμενον περιέχουσιν. ὁ γοῦν Ἀκύλας φησίν· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ πόλιν ἡγιασμένην σου», ὁ δὲ Σύμμαχος· «κατὰ τοῦ λαοῦ σου καὶ τῆς πόλεως τῆς ἁγίας σου». 8.2.12 ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ἑβδομήκοντα τὸ «σοῦ» μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται. 8.2.13 ἐπεὶ γὰρ εὐξάμενος ∆ανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὐτοῦ ῥήμασι πολλάκις τὸν μὲν λαὸν «θεοῦ λαὸν» ὠνόμασεν, τὸν δὲ τῆς πόλεως τόπον ἅγιον «τοῦ θεοῦ τόπον», ἀντιστρέψας ὁ χρηματίζων οὔτε τὴν πόλιν ἁγίαν τοῦ θεοῦ οὔτε τὸν λαὸν τοῦ θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ «σοῦ», φησίν, τοῦ προσευχομένου καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. ἔχουσι δὲ τοῦ ∆ανιὴλ αἱ φωναὶ οὕτως· «ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλήμ, ὄρους ἁγίου σου», 8.2.14 καὶ «ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν», καὶ πάλιν· «ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον», καὶ αὖθις· «ἴδε τὸν ἀφανισμὸν τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς», καὶ ἑξῆς· «ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου». 8.2.15 τοιαῦτα εὐξάμενος ἐπιλέγει· «καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ ὃν εἶδον ἐν τῇ