206
μαθημάτων τὰ ὑψηλότερα, πόθεν ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ φιλοσοφία καὶ τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων ἡ διδασκαλία, αἱ δὲ τῶν μηχανημάτων εὑρέσεις καὶ τὰ διὰ χαλκοῦ τε καὶ ὕδατος ἐν ὡροσκοπείοις θαύματα, αὐτὴ δὲ ἡ περὶ τοῦ ὄντος φιλοσοφία καὶ ἡ τῶν νοητῶν θεωρία καὶ συλλήβδην φάναι πᾶσα ἡ περὶ τὰ μεγάλα τε καὶ ὑψηλὰ τῆς ψυχῆς ἀσχολία; τί δὲ ἡ γεωργία, τί δὲ ἡ ναυτιλία, τί δὲ ἡ λοιπὴ κατὰ τὸν βίον ἡμῶν οἰκονομία; 2.1.182 πόθεν βάσιμος τῷ ἀνθρώπῳ ἡ θάλασσα; πῶς δεδούλωται τῷ χερσαίῳ τὸ ἐναέριον, πῶς τιθασσεύεται τὸ ἀνήμερον, πῶς δαμάζεται τὸ φοβερώτερον, πῶς οὐκ ἀφηνιάζει τὸ ἰσχυρότερον; ἆρ' οὐ δι' ἐπινοίας ἐφευρέθη ταῦτα πάντα τῇ ἀνθρωπίνῃ ζωῇ; ἔστι γὰρ κατά γε τὸν ἐμὸν λόγον ἡ ἐπί νοια ἔφοδος εὑρετικὴ τῶν ἀγνοουμένων, διὰ τῶν προσεχῶν τε καὶ ἀκολούθων τῇ πρώτῃ περὶ τὸ σπουδαζόμενον νοήσει τὸ ἐφεξῆς ἐξευρίσκουσα. νοήσαντες γάρ τι περὶ τοῦ ζητου μένου τῇ ἀρχῇ τοῦ ληφθέντος διὰ τῶν ἐφευρισκομένων νοη μάτων συναρμόζοντες τὸ ἀκόλουθον εἰς τὸ πέρας τῶν σπουδαζομένων τὴν ἐγχείρησιν ἄγομεν. 2.1.183 Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι; ἔξεστι γὰρ τῷ μὴ φιλο νείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τὰ ἄλλα πάντα, ὅσα βιωφελῆ τε καὶ χρήσιμα τῇ ζωῇ τῶν ἀνθρώ πων ὁ χρόνος ἐφεῦρεν, οὐχ ἑτέρως ἀλλὰ διὰ τῆς ἐπινοίας ἐξηύρηται. καί μοι δοκεῖ πάντων τῶν κατὰ τὴν ζωὴν ταύτην ἐνεργουμένων ἐν ἡμῖν ἀγαθῶν τῶν ταῖς ψυχαῖς ἡμῶν παρὰ τῆς θείας προμηθείας ἐνυπαρχόντων τὴν ἐπί νοιάν τις προτιμοτέραν κρίνων μὴ ἂν τῆς πρεπούσης κρί 2.1.184 σεως διαψευσθῆναι. λέγω δὲ ταῦτα παρὰ τοῦ Ἰὼβ δι δαχθεὶς ἐν οἷς ὁ θεὸς τῷ λόγῳ πεποίηται διὰ λαίλαπος καὶ νεφῶν τῷ θεράποντι χρηματίζων, τά τε ἄλλα λέγων ὅσα θεῷ πρέπον ἦν λέγειν καὶ ὅτι αὐτὸς εἴη ὁ ταῖς τέχναις ἐπιστήσας τὸν ἄνθρωπον καὶ γυναιξὶ χαρισάμενος ὑφαντικήν τε καὶ ποικιλτικὴν ἐπιστήμην. ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδεὶς ἂν ἀντείποι πάντως μὴ σάρκινος καὶ 2.1.185 κτηνώδης τις ὤν. ἀλλὰ μὴν εἴρηται παρ' αὐτοῦ γεγενῆ σθαι ἡμῖν τῶν τοιούτων τεχνῶν ἡ καθήγησις. οὐκοῦν ὁ δοὺς τῇ φύσει τὴν ἐπινοητικὴν καὶ εὑρετικὴν τῶν ζητου μένων δύναμιν αὐτὸς ἡμᾶς πρὸς τὰς τέχνας προήγαγε, καὶ τῷ τῆς αἰτίας λόγῳ πᾶν τὸ εὑρισκόμενόν τε καὶ κατορθού μενον εἰς τὸν ἀρχηγὸν τῆς δυνάμεως ταύτης ἐπαναφέρεται· οὕτω καὶ τὴν ἰατρικὴν ὁ βίος εὕρατο, ἀλλ' ὅμως θεοῦ 2.1.186 δῶρον τὴν ἰατρικὴν εἰπών τις οὐχ ἁμαρτήσεται. καὶ πᾶν ὅτιπέρ ἐστι κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἐξευρημένον κατ' εἰρήνην καὶ πόλεμον πρός τι τῶν χρησίμων ἐπιτηδείως ἔχον, οὐδαμόθεν ἡμῖν ἔσχε τὴν πάροδον, ἀλλὰ τοῦ νοῦ τὰ καθ' ἕκαστον ἡμῖν καταλλήλως νοοῦντος καὶ ἐφευρίσκοντος· νοῦς δὲ ἔργον θεοῦ· οὐκοῦν ἐκ θεοῦ πάντα ὅσα διὰ τοῦ 2.1.187 νοῦ ἡμῖν πεπόρισται. τὸ δὲ λέγεσθαι παρὰ τῶν ὑπεναν τίων τὰ μυθώδη πλάσματα καὶ τὰ ψευδῆ τερατεύματα παρὰ τῆς ἐπινοίας λογοποιεῖσθαι καὶ πλάσσεσθαι, οὐδὲ αὐτὸς ἀντιλέγω· πρὸς γὰρ τὸν ἡμέτερον σκοπὸν καὶ ὁ ἐκείνων λόγος συμφέρεται. φαμὲν γὰρ καὶ ἡμεῖς τὴν αὐτὴν εἶναι τῶν ἐναντίων τὴν ἐπιστήμην τῶν τε ἐπωφελῶν καὶ τῶν ὡς ἑτέρως ἐχόντων οἷον τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικὴν καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστιν· ὁ γὰρ εἰδὼς βοηθῆσαι τοῖς ἀρρωστοῦσι διὰ φαρμάκου ἐπιγνοίη ἄν, εἴπερ ἐπὶ κακῷ χρῷτο τῇ τέχνῃ, καὶ τοῖς ὑγιαίνουσιν ἐντρῖψαι τὸ δηλητή 2.1.188 ριον· καὶ ὁ πρὸς τὸν λιμένα διευθύνων τῷ πηδαλίῳ τὸ σκάφος εὐθύνειεν ἂν καὶ ἐπὶ χοιράδας ἢ σκοπέλους, εἰ τοῦτο γένοιτο φίλον αὐτῷ τὸ δι' ἐπιβουλῆς διαφθεῖραι τοὺς πλέοντας· καὶ ὁ ζῳγράφος τῇ αὐτῇ τέχνῃ τήν τε καλλίστην μορφὴν ἐπὶ τοῦ πίνακος ἔδειξε καὶ τὴν αἰσχίστην πάλιν ἐν αργῶς ἐμιμήσατο· οὕτως ὁ παιδοτρίβης τὸ ἐξηρθρωμένον μέλος διὰ τῆς ἀλειπτικῆς ἐμπειρίας ἐνήρμοσε καὶ τὸ ὑγι αῖνον, εἰ βούλοιτο, διὰ τῆς αὐτῆς τέχνης ἐξήρμοσε. 2.1.189 Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα πολὺν ὄχλον ἐπεισάγειν τῷ λόγῳ; ὡς