207
ὁράσει μου πετόμενος, καὶ ἥψατό μου», «καὶ εἶπεν» τὰ ἀναγεγραμμένα. σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης πόλιν οὐχ ἁπλῶς ἀλλὰ «τοῦ θεοῦ» πόλιν ὠνόμασεν, καὶ τὸ ἁγίασμα τοῦ θεοῦ ἁγίασμα καὶ τὸν λαὸν τοῦ θεοῦ λαόν, διαθέσει τῇ πρὸς τὸν λαόν. 8.2.16 οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δηλούμενα, ἔμπαλιν δὲ ἐπὶ τὸν λαόν «σου» φησὶν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν «σου», μονονουχὶ καὶ τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ θεοῦ προσηγορίας ἀποφήνας. 8.2.17 Τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶτον ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδείκνυται ἀπὸ τῆς ἀνανεώσεως τῆς Ἱερουσαλήμ, ὃς γέγονεν ἐπὶ ∆αρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως Ἡρώδου τε Ἰουδαίων βασιλέως ἀλλοφύλου τὸ γένος, καθ' οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προϊὼν ἐπιδείξει. 8.2.18 Ἑξῆς δὲ ἐπιλέγει· «τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». ἀντὶ μὲν οὖν τοῦ «συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας» ὁ Ἀκύλας πεποίηκεν· «τοῦ συντελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι ἁμαρτίαν»· 8.2.19 τὸ γὰρ «πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν» εἰρημένον ὑπὸ τοῦ σωτῆρος ἡμῶν πρὸς τοὺς ἐκ περιτομῆς καὶ διὰ τούτων οἶμαι παρίστασθαι. ἐπὶ γὰρ τῆς κατ' αὐτοῦ τολμηθείσης τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλῆς συνετελέσθη αὐτῶν ἡ ἁμαρτία καὶ ἡ πρὸς τὸν θεὸν κατὰ τὸν Ἀκύλαν «ἀθεσία» τέλος εἴληφεν. 8.2.20 πάλαι μὲν γὰρ πρότερον ἔφερεν αὐτοὺς ἡ τοῦ θεοῦ μακροθυμία μυρία ὅσα πλημμελοῦντας πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ὥσπερ οὖν διὰ τῶν προφητικῶν ἀποδείκνυται λόγων. πλὴν ἀλλ' ὥσπερ ἐπὶ τῶν πάλαι τὴν γῆν τῆς ἐπαγγελίας οἰκούντων ἀλλοφύλων εἴρητο τῷ Ἀβραὰμ «οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων», καὶ ἐπεὶ μηδέπω ἦσαν ἐκπεπληρωμέναι, οὐκ ἠλαύνοντό πω οἱ Ἀμορραῖοι τῆς πατρῴας γῆς, ἐπεὶ δὲ ἐπληρώθησαν αἱ ἁμαρτίαι αὐτῶν, τηνικαῦτα πάντες ἐξωλοθρεύθησαν ἐπὶ τῶν Ἰησοῦ τοῦ Μωσέως διαδόχου χρόνων, οὕτω καὶ ἐπὶ τοῦ προτέρου νοήσεις λαοῦ· ἕως μὲν γὰρ οὐκ ἐπληροῦντο αὐτῶν αἱ ἁμαρτίαι, ἡ τοῦ θεοῦ ἀνοχὴ καὶ μακροθυμία ἔφερεν αὐτούς, εἰς ἐπιστροφὴν ἑκάστοτε προσκαλουμένη διὰ τῶν προφητῶν· ἐπεὶ δὲ κατὰ τὴν σωτήριον φωνὴν ἐπλήρωσαν «τὸ μέτρον τῶν πατέρων» αὐτῶν, οὕτω δ' οὖν πάντα συναχθέντα κατὰ τὸ αὐτὸ τὸν ἔσχατον αὐτοῖς κατειργάσατο ὄλεθρον, ὥσπερ οὖν πάλιν αὐτὸς ὁ κύριος ἡμῶν διδάσκει λέγων· «πᾶν αἷμα» ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου, «ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου ἕως αἵματος Ζαχαρίου», ἥξειν «ἐπὶ τὴν γενεὰν ταύτην». 8.2.21 τὸ γοῦν ἔσχατον ἁπάντων, τὰς χεῖρας ἐπιβαλεῖν τῷ υἱῷ τοῦ θεοῦ τολμήσαντες, ἐτέλεσαν «τὴν ἀθεσίαν» καὶ ἐτελείωσαν τὴν ἑαυτῶν «ἁμαρτίαν» κατὰ τὴν Ἀκύλου ἑρμηνείαν, κατὰ δὲ τοὺς ἑβδομήκοντα ἐδέθη αὐτῶν καὶ ἐσφραγίσθη ἡ ἁμαρτία. 8.2.22 Ἀλλ' ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολλῶν ἐλήλυθεν ἐν τῷ Ἰσραήλ, καθά φησιν περὶ αὐτοῦ «ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ», εἰκότως τοῖς εἰρημένοις ἑξῆς ἐπιλέγει ὁ ∆ανιὴλ τὸ «καὶ τοῦ ἀπαλεῖψαι ἁμαρτίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας». 8.2.23 διὰ γὰρ τὸ «ἀδύνατον» εἶναι «αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας», δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ οὗ τύπον ἔφερεν τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον, οὗτος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὁ ἀμνὸς τοῦ θεοῦ, περὶ οὗ εἴρηται «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», 8.2.24 καὶ πάλιν «αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου», αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»·