207
τοίνυν ἐπὶ τῶν εἰρημένων οὐκ ἄν τις ἀντείποι τὸν πρὸς τὸ κρεῖττον ἐνεργεῖν μεμαθηκότα τέχνην τινὰ δύνασθαι ἂν τῇ αὐτῇ καὶ πρὸς τὰ μὴ δέοντα χρήσασθαι, οὕτως φαμὲν καὶ τῆς ἐπινοίας τὴν δύναμιν ἐπ' ἀγαθῷ μὲν ἐντεθεῖσθαι παρὰ τοῦ θεοῦ τῇ ἀνθρωπίνῃ φύσει, κατακεχρημένων δέ τινων τῇ ἐφευρετικῇ δυνάμει διάκονον πολλάκις καὶ συνεργὸν γίνεσθαι τῶν ἀνωφελῶν 2.1.190 εὑρημάτων. οὐκοῦν οὐκ ἐπειδὴ δύναται τὰ ψευδῆ καὶ ἀνύπαρκτα πιθανῶς ἡ ἐπίνοια διαπλάσσειν, διὰ τοῦτο τὰ ὄντως ὄντα καὶ ἀληθῶς ὑφεστῶτα διερευνᾶσθαι οὐ δύναται, ἀλλ' ἡ πρὸς τὸ τοιοῦτον ἐπιτηδειότης μαρτυρία τοῖς εὐγνώ μοσι τῆς πρὸς ἐκεῖνο δυνάμεως γίνεται. τὸ γὰρ προθέ μενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανή σασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ' ἢ πολύχειράς τινας ἢ πολυκεφάλους ἢ πῦρ πνέοντας ἢ δρακόντων ὁλκοῖς συνεσπειραμένους εἰδοποιῆσαι ἢ πρὸς τὸ μεῖζον ἐξᾶραι τὴν συμμετρίαν ἢ διακολοβῶσαι πρὸς τὸ γελοῖον τὰ μέτρα τῆς φύσεως ἢ πηγὰς τοὺς ἀνθρώπους καὶ δένδρα καὶ ὄρνεα γενέσθαι διὰ μεταβολῆς διηγήσασθαι, δι' ὧν ἔστι ψυχαγωγίαν τινὰ τοὺς διὰ τῶν τοιούτων ἡδο μένους εὑρεῖν, ἐναργεστάτην ἀπόδειξιν εἶναί φημι τοῦ καὶ τὰ κρείττω τῶν μαθημάτων δύνασθαι ἂν διὰ τῆς εὑρετικῆς 2.1.191 δυνάμεως κατανοῆσαι. οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρ κτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν ποριστικὴν τῶν λυσιτελούντων κεκλήρωται· ἀλλὰ καθάπερ ἡ ὁρμητικὴ καὶ προαιρετικὴ τῆς ψυχῆς ἡμῶν δύναμις κατὰ μὲν τὸ προηγούμενον πρὸς τὴν τῶν καλῶν τε καὶ ἀγαθῶν ἔφεσιν ἐγκατεσκευάσθη τῇ φύσει, χρήσαιτο δ' ἄν τις καὶ πρὸς τὰ μὴ δέοντα τῇ τοιαύτῃ κινήσει, καὶ οὐκ ἄν τις εἴποι τοῦ πρὸς μηδὲν ἀγαθὸν τὴν προαίρεσιν ῥέπειν τεκμήριον εἶναι τὸ πρὸς τὰ φαῦλά ποτε τὴν ῥοπὴν ἔχειν, οὕτως καὶ ἡ περὶ τὰ μάταιά τε καὶ ἀνόνητα τῆς ἐπινοίας κίνησις οὐ κατηγορία τῆς πρὸς τὸ χρήσιμον ἀδυνα μίας ἐστίν, ἀλλ' ἀπόδειξις γίνεται τοῦ καὶ πρὸς τὰ ψυχω φελῆ τε καὶ ἀναγκαῖα μὴ ἄπρακτος εἶναι. ὡς γὰρ ἐξεῦρεν ἐκεῖ τὸ πρὸς ἡδονὴν ἢ κατάπληξιν, οὕτω καὶ ἐνταῦθα τῶν πρὸς τὴν ἀλήθειαν ἐφόδων οὐχ ἁμαρτήσεται. 2.1.192 Ἓν δὲ τῶν ζητουμένων ἦν, εἰ τὸ πρῶτον αἴτιον, ὅ ἐστιν ὁ θεός, ἀνάρχως ἔστιν ἤ τινος ἀρχῆς ἐξημμένον ἔχει τὸ εἶναι. καταλαβόντες δὲ τῇ διανοίᾳ μὴ δύνασθαι πρῶτον εἶναι τὸ ἐξ ἑτέρου νοούμενον ἐπενοήσαμεν ὄνομα τῆς τοιαύ της ἐμφαντικὸν ὑπολήψεως καί φαμεν τὸν ἄνευ αἰτίας ὑπερ κειμένης ὄντα ἀνάρχως εἴτουν ἀγεννήτως εἶναι. τὸν δὲ οὕτως ὄντα ἀγέννητον καὶ ἄναρχον ὠνομάσαμεν, οὐ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι διὰ τοῦ ὀνόματος ἐνδεικνύμενοι. 2.1.193 ὡς δ' ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι' ὑπο δείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυτευτόν ἐστιν ἢ αὐτομάτως γενόμενον. εἰ μὲν οὖν ἐκ φυτείας εἴη, φυτευτὸν πάντως προσεροῦμεν τὸ δένδρον, εἰ δὲ αὐτομάτως, ἀφύτευτον. τὸ δὴ τοιοῦτον ὄνομα καὶ τῆς ἀληθείας οὐ διασφάλλεται· πάντως γὰρ ἢ οὕτως ἢ ἑτέρως ἔσται τὸ δένδρον, καὶ τοῦ φυτοῦ τὴν ἰδιάζουσαν οὐκ ἐνδείκνυται φύσιν. τὸ μὲν γὰρ αὐτοφυῶς εἶναι διὰ τοῦ ἀφυτεύτου ἐμάθομεν, εἰ δὲ πλάτανος ἢ ἄμπελος ἢ ἄλλο τι τῶν τοιούτων φυτῶν ἐστι τὸ δηλούμενον, 2.1.194 διὰ τῆς τοιαύτης ὀνομασίας οὐκ ἐδιδάχθημεν. εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν τὸ εἶναι κατελαβόμεθα. τὸν οὖν ἀγεννήτως ὄντα θεὸν εἰς ὀνόματος τύπον τὴν ἔννοιαν ταύτην παράγοντες ἀγέννητον ὠνομάσαμεν. ὅτι μὲν οὖν οὐ διὰ γενέσεώς ἐστιν, ἐκ τῆς τοῦ ὀνόματος ἐμφάσεως ἐδηλώσαμεν, αὐτὴ δὲ ἡ οὐσία ἡ ἀγεννήτως οὖσα τίς κατὰ τὴν ἰδίαν φύσιν ἐστίν, οὐδὲν ἐκ τῆς ἐπωνυμίας ταύτης πρὸς τὸ κατι 2.1.195 δεῖν ὡδηγήθημεν. οὐδὲ γὰρ ἦν εἰκὸς μέχρι τοσούτου τὴν τῶν λογισμῶν ἐπίνοιαν ἰσχύειν, ὥστε ὑπεραίρειν ἡμᾶς τῶν μέτρων τῆς φύσεως καὶ τοῖς ἀλήπτοις ἐπιβιβάζειν καί, ὧν οὐκ ἔστιν