1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

208

εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρτιῶν καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων. 8.2.25 καὶ ὁ Ἀκύλας δὲ «τοῦ τελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι τὴν ἁμαρτίαν» εἰπών, ἐπήγαγεν τὸ «τοῦ ἐξιλάσασθαι ἀνομίαν», σαφῶς ἱλασμὸν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑποτιθέμενος. Ἑξῆς τούτοις εἴρηται· «τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον». 8.2.26 ἔστι μὲν οὖν αὐτὸς ὁ τοῦ θεοῦ λόγος αἰώνιος δικαιοσύνη, «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις», κατὰ τὸν ἀπόστολον, πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν ἀνθρώποις προυξένησεν δικαιοσύνην, ἔργοις ἐπιδείξας, ὅτι μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ θεὸς ἀλλὰ «καὶ ἐθνῶν, ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως». 8.2.27 ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος «ἐπ' ἀληθείας», φησίν, «οἶδα ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν», 8.2.28 καὶ ὁ Παῦλος δὲ τὸ εὐαγγέλιον δικαιοσύνης εἶναί φησιν, λέγων· «δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι, δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται», καὶ ἐν ψαλμοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». 8.2.29 καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀληθῶς θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πᾶν γένος ἀνθρώπων ἐξ ἴσου τῆς παρὰ τῷ θεῷ καταξιώσαντος κλήσεως. ἀλλ' οὐ τοιαῦτα ἦν τὰ διὰ Μωσέως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ πρὸς καιρὸν φανέντα παρελήλυθεν. ἡ δὲ διὰ τοῦ σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκές, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα «καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην· αἰώνιον». 8.2.30 Ἀντὶ δὲ τοῦ «καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην» κυριώτερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπών· «καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην»· οὐ γὰρ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας, ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέν τε καὶ ἀνήπλωσεν, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων, 8.2.31 ὅθεν «ἰδού», φησίν, «ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα», καὶ αὐτὸς «ἤνοιξεν» τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ, κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ μάλα ἐπιστάμενος, ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγεν· «καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου». 8.2.32 οὐκ ἄρα ἀποκλεῖσαι «ὅρασιν καὶ προφήτην» ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν, ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι «τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην». 8.2.33 ὃ καὶ συνᾴδει τῷ οὐκ «ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι», πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ· «τέλος γὰρ νόμου Χριστός», καὶ πᾶσαί γε αἱ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον, εἰς ὅτε αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις. 8.2.34 δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ «τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην»· ἐπεὶ «ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου» διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι καὶ τὰς περὶ Χριστοῦ προρρήσεις ἀνακηρύττοντες καὶ οἱ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτοῖς τῆς θείας χάριτος καὶ σφραγίσιν ὥσπερ καταδεθείσης ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν μηδὲ ὁρῶντα χρηματίζειν ἐν αὐτοῖς, ἀπὸ τῶν