208
ἔφοδος εἰς κατανόησιν, ταῦτα τῇ ἡμετέρᾳ γνώσει περιλαμβάνειν. Ἀλλὰ διασαλεύει τὸν διδάσκαλον ἡμῶν καὶ περισύρει τὸν λόγον, ὃν περὶ τῆς ἐπινοίας ἐκεῖνός φησι καὶ κατορχεῖται τῶν εἰρημένων, πάλιν συνήθως τῷ κρότῳ τῶν λεξειδίων ἐν σατυρίζων τοῖς ῥήμασι, καί φησιν· 20ὧν σφετερίζεται τὴν ἑρμηνείαν, τούτων ἐπαισχύνεται τὴν μαρ 2.1.196 τυρίαν20. ἀπαγγείλας γάρ τι μέρος τῶν κατ' ἐπίνοιαν θεωρηθέντων τῷ διδασκάλῳ, ἐν οἷς ἐκεῖνος οὐ μόνον ἐπὶ τῶν ματαίων ἐνεργὸν ἔφασκε τῆς ἐπινοίας εἶναι τὴν χρῆσιν, ἀλλ' ἔχειν τινὰ καὶ πρὸς τὰ μείζω δύναμιν, 20διὰ τοῦ κατὰ τὸν σῖτον καὶ τὸ σπέρμα καὶ τὴν τροφὴν θεωρήματος ἐπάγει τὰ εἰρημένα, τῇ ἔξωθεν αὐτὸν φιλοσοφίᾳ κατακολουθεῖν αἰτιώμενος, καὶ περικόπτειν τὴν τοῦ θεοῦ κηδεμονίαν φησί, μὴ ὁμολογοῦντα παρ' ἐκείνου τὰς ὀνο μασίας τεθεῖσθαι τοῖς πράγμασι, καὶ συμμα χεῖν αὐτὸν τοῖς ἀθέοις καὶ κατὰ τῆς προνοίας ὁπλίζεσθαι, καὶ τὴν ἐκείνων γνώμην πρὸ τῶν νόμων θαυμάζειν κἀκείνοις πλεῖον εἰς σοφίαν νέμειν, οὐκ ἐπεσκεμμένον τοὺς πρώτους τῶν λόγων, ὅτι μήπω παραχθέντων τῶν ἀνθρώ πων εἰς γένεσιν ἡ τοῦ καρποῦ καὶ τοῦ σπέρ ματος ἐπωνυμία παρὰ τῆς γραφῆς ὠνομάσθη20. 2.1.197 ταῦτα καθ' ἡμῶν παρ' αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦ τον ὑπήλλακται παρ' ἡμῶν ἡ φράσις, ὅσον τὸ τραχύ τε καὶ δύσηχον τῆς συντάξεως τῶν εἰρημένων ἐπανορθώσασθαι. τί οὖν ἡμεῖς, τί πρὸς τὸν κηδεμόνα τῆς θείας προνοίας ἀποκρινόμεθα; ἀδικεῖν ἡμᾶς λέγει ὅτι τὸ μὲν λογικὸν γε γενῆσθαι παρὰ τοῦ θεοῦ τὸν ἄνθρωπον οὐκ ἀρνούμεθα, τὰς δὲ τῶν ῥημάτων εὑρέσεις εἰς τὴν λογικὴν δύναμιν τὴν ἐντεθεῖσαν παρὰ τοῦ θεοῦ τῇ φύσει τῶν ἀνθρώπων ἀνά γομεν. καὶ τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων, δι' οὗ πρὸς τὴν τῶν ἀθέων γνώμην αὐτομολεῖν ὁ διδά σκαλος τῆς εὐσεβείας κατηγορεῖται καὶ 20συνηθείας ἐκ θέσμου κληρονόμος καὶ συνήγορος20 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα. 2.1.198 Εἰπάτω τοίνυν ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων, ὁ θεὸς ἔθετο τὰς προσηγορίας τοῖς οὖσιν; τοῦτο γάρ φησιν ὁ νέος ἐξηγητὴς τῶν μυστικῶν δογμάτων, ὅτι βλάστην καὶ βοτάνην καὶ χόρτον καὶ σπέρμα καὶ ξύλον καὶ τὰ τοιαῦτα κατωνόμασε πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς ὁ θεὸς ἐν τῷ παράγειν εἰς κτίσιν τὰ γεγονότα διὰ προστάγματος. 2.1.199 οὐκοῦν εἰ ψιλῷ παραμένει τῷ γράμματι καὶ κατὰ τοῦτο τὸ μέρος ἰουδαΐζει τῇ γνώμῃ καὶ οὔπω πεπαίδευται ὅτι οὐχὶ γράμματός ἐστιν ὁ Χριστιανὸς μαθητὴς ἀλλὰ πνεύματος (τὸ γὰρ γράμμα, φησίν, ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ), προφέρει δὲ ψιλὴν ἐπὶ ῥήματος ἡμῖν τὴν τῶν γεγραμμένων ἀνάγνωσιν ὡς θεοῦ ταῦτα διεξελθόντος, καὶ εἰ τοῦτο πεπί στευκεν, οὐδὲν ἕτερον ἢ καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸν θεὸν διεξοδικῷ κεχρῆσθαι λόγῳ κατασκευάσει καὶ 2.1.200 φωνῇ καὶ φθόγγῳ διατυποῦν τὰ νοήματα. εἰ τοίνυν τοῦτο νοεῖ, πάντως ὅτι καὶ τὰ τούτοις ἀκόλουθα οὐκ ἀρνήσεται· ὁ γὰρ παρ' ἡμῶν λόγος διὰ τῶν φωνητικῶν ἐκφωνεῖται μορίων, ἀρτηρίας γλώσσης ὀδόντων στόματος, συνεργούσης πρὸς τὴν ἐκφώνησιν καὶ τῆς τοῦ ἀέρος ὁλκῆς καὶ τοῦ ἔν δοθεν πνεύματος. ὑπηχεῖ μὲν γὰρ ἡμῖν ἡ ἀρτηρία κάτωθεν αὐλοῦ τινος δίκην ἐνηρμοσμένη τῇ φάρυγγι· ἡ δὲ ὑπερῴα διὰ τοῦ ὑπερκειμένου κενώματος τοῦ κατὰ τοὺς μυκτῆρας διήκοντος καθάπερ τις μαγὰς ἄνωθεν ἐπιπλατύνει τῷ ἤχῳ 2.1.201 τὸν φθόγγον. ἀλλὰ καὶ αἱ παρειαὶ συνεργοῦσι τῷ λόγῳ, κατὰ τὰς ποιὰς τῶν ἄρθρων τυπώσεις κοιλαινόμεναί τε καὶ πλατυνόμεναι καὶ διὰ στενοῦ πάλιν τὸν φθόγγον προάγουσαι κατὰ τὰς πολυστρόφους τῆς γλώσσης ἀναστροφάς, ἃς ποι εῖται ἄλλοτε κατ' ἄλλο μέρος ἑαυτῆς, ἢ τοῖς ὀδοῦσιν ἢ τῇ ὑπερῴᾳ τὸ δι' αὐτῆς παριὸν πνεῦμα παρατραχύνουσά 2.1.202 πως ἢ παραθλίβουσα. συντελεῖ δέ τι καὶ ἡ τῶν χειλῶν ὑπουργία ἐν διαφόρῳ τῷ τῆς κινήσεως τρόπῳ ποικίλως συνεφαπτομένη τοῦ φθόγγου καὶ τὸν τῶν ῥημάτων τύπον συναπαρτίζουσα. εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγ μασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν