209
δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἁπάντων διαλελοιπότων. 8.2.35 Τούτοις ἐπιφέρει· «καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον, ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων «ἅγιοι ἁγίων» οἱ παρ' Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο κατὰ τὴν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένην ἁγιστείαν, ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασιν καταλλήλως τῇ προφητείᾳ. 8.2.36 ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα. 8.2.37 ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ' αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὃ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο. 8.2.38 ἐπεὶ δὲ ὁ Ἀκύλας «τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων» ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων «ἁγίων» προσαγορευομένων, «ἁγίου δὲ ἁγίων» μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο, καὶ προχείρως νοούμενον, ἐστὶν ἀληθές. 8.2.39 μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θεραπείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δ' ὕστερον καὶ παντελῶς ἀπέσβη. 8.2.40 ἀλλ' ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα «ἅγιον ἁγίων» ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαι τε, κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας. τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσιν καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, κατὰ μετοχὴν καὶ μετουσίαν τοῦ φήσαντος «ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος»· 8.2.41 «ἁγίων δὲ ἅγιος» τίς ἂν κυρίως ἐν ἀνθρώποις ὀνομασθείη ἢ μόνος ὁ ἠγαπημένος τοῦ ἁγίου παῖς, ὥσπερ «βασιλεὺς βασιλέων» καὶ «κυρίων κύριος», οὕτω καὶ «ἁγίων ἅγιος» ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε διαφερόντως παρὰ τοὺς πώποτε Μωσέως ἐλαίῳ γεώδει σκευαστῷ κε χρισμένῳ, εἴρητο· «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». 8.2.42 ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἡσαΐᾳ· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με». ἐπεὶ οὖν διαφέροντι καὶ πνευματικῷ μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως «ἅγιος ἁγίων», ὡς ἄν τις εἴποι ἀρχιερεὺς ἀρχιερέων, ὠνόμασται καὶ «ἡγιασμένος ἡγιασμένων» κατὰ τὸν τοῦ Γαβριὴλ χρησμόν. 8.2.43 Ταῦτα δὲ πάντα, συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομάδων, τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ' οὕτως ἔσεσθαι ὁ προδηλωθεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπισεν τῷ προφήτῃ, αὖθις ἐπαναλαμβάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς, ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθμήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται. 8.2.44 λέγει δ' οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος». ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. «κοινὰ» γοῦν καλῶς εἴρηται «τὰ τῶν φίλων». 8.2.45 καὶ