209
ὀνο μάζων, ἀνάγκη πᾶσα μὴ ἄλλως τούτων ἕκαστον εἰπεῖν αὐτὸν ἢ ὡς λέγεται, κατὰ τὰς τῶν συλλαβῶν φημι συμ πλοκάς, ὧν αἱ μὲν διὰ χειλῶν αἱ δὲ διὰ γλώσσης αἱ 2.1.203 δὲ δι' ἑκατέρων ἀποτυποῦνται. εἰ οὖν οὐκ ἂν ἑτέρως ἐκφωνηθείη τὸ ὄνομα, μὴ τῶν φωνητικῶν μορίων διὰ τῆς ποιᾶς κινήσεως ἀπογεννώντων τὰς συλλαβὰς καὶ τὸν λόγον, πάντως ὅτι καὶ ταῦτα προστίθησι τῷ θεῷ καὶ διὰ τὴν τοῦ λόγου χρείαν διασχηματίσει τὸ θεῖον. ἡ γὰρ ποιὰ τῶν τὴν φωνὴν ἐκτελούντων μορίων διάπλασις ἐν σχήματι πάντως ἐστί· σχῆμα δὲ σώματος πέρας· πᾶν δὲ 2.1.204 σῶμα τὸ σύνθετον εἶναι οὐ διαπέφευγεν. ὅπου δὲ θεω ρεῖται σύνθεσις, ἐκεῖ καταλαμβάνεται πάντως καὶ ἡ τοῦ συνθέτου διάλυσις· ἡ δὲ διάλυσις ταὐτὸν κατὰ τὴν ἔννοιάν ἐστι τῇ φθορᾷ. οὐκοῦν τοῦτο τῆς καθ' ἡμῶν νίκης τῷ λογογράφῳ τὸ πέρας, τὸ δεῖξαι τὸν ἴδιον ἑαυτοῦ θεόν, ὃν διὰ τοῦ ὀνόματος τῆς 20ἀγεννησίας20 ἀνέπλασε, φθεγγό μενον μὲν ἵνα μὴ ἀμοιρήσῃ τῆς τῶν ὀνομάτων εὑρέσεως, σχηματιζόμενον δὲ τοῖς φωνητικοῖς μέλεσιν ἵνα τὰ ὀνόματα φθέγξηται, τῆς δὲ τοῦ σώματος φύσεως διὰ τὴν τῶν σχη μάτων ἀνάγκην οὐκ ἄμοιρον (οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ τι θεωρηθείη σχῆμα, μὴ ἐν σώματι πάντως τυπούμενον), κατ' ὀλίγον δὲ προϊόντα πρὸς τὰ συμφυῆ τοῦ σώματος πάθη διὰ μὲν τοῦ συνθέτου πρὸς τὴν διάλυσιν, διὰ δὲ ταύτης εἰς φθορὰν καταλήγοντα. 2.1.205 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντι λαμβάνεται τῶν γεγραμμένων καί φησι 20ταῦτα τὸν Μωϋσέα διαρρήδην βοᾶν ὅτι εἶπεν ὁ θεός, καὶ προστίθησι τὰ ῥήματα, τὸ Γενηθήτω φῶς καὶ Γενηθήτω στερέωμα καὶ Συναχθήτω τὰ ὕδατα καὶ Ὀφθήτω ἡ ξηρὰ καὶ Βλαστησάτω ἡ γῆ καὶ Ἐξαγαγέτω τὰ ὕδατα καὶ πάντα ὅσα καθεξῆς ἀναγέγραπται20. οὐκοῦν ἐξετάσωμεν 2.1.206 τὴν τῶν εἰρημένων διάνοιαν. τίς οὐκ οἶδε καὶ τῶν κομιδῇ νηπίων ὅτι φυσικὴν ἔχει πρὸς ἄλληλα σχέσιν ἀκοή τε καὶ λόγος, καὶ ὡς οὐκ ἔστιν ἀκοὴν ἐνεργῆσαι μηδενὸς φθεγγομέ νου, οὕτως οὐδὲ λόγον ἐνεργὸν εἶναι μὴ πρὸς ἀκοὴν εὐθυνό μενον. εἰ οὖν λέγει τὸ εἰρηκέναι τὸν θεόν, ὑποδειξάτω ἡμῖν καὶ τὴν ἀκοὴν πρὸς ἣν εἴρηκεν. ἢ πρὸς ἑαυτὸν ταῦτα λέγειν φήσει; οὐκοῦν ἑαυτῷ προστάσσει ταῦτα ἐγκελευό μενος. καὶ τίς τοῦτο δέξεται, καθῆσθαι τὸν θεὸν τὸ πρακτέον ἑαυτῷ διατάττοντα καὶ ἑαυτῷ διακόνῳ τῶν προσταγμάτων 2.1.207 καὶ ὑπηρέτῃ χρώμενον; εἰ δὲ καὶ τοῦτο δοίη τις εὐαγὲς εἶναι λέγειν, τίς ἐφ' ἑαυτοῦ ῥημάτων ἐδεήθη καὶ λόγων, κἂν ἄνθρωπος ᾖ; ἀρκεῖ γὰρ ἑκάστῳ τῆς διανοίας ἡ κίνησις τὴν τῆς προαιρέσεως ὁρμὴν ἐμποιῆσαι. ἀλλὰ τῷ υἱῷ διαλέγεσθαι πάντως ἐρεῖ. καὶ τίς ἦν χρεία πρὸς τοῦτο φωνῆς; ἴδιον γὰρ τῆς ἐνσωμάτου φύσεως τὸ διὰ ῥημάτων ἐξαγγέλλειν τὰ τῆς καρδίας νοήματα· ὅθεν καὶ ἰσοδυνα μοῦσα τῇ χρήσει τῆς φωνῆς ἡ δι' ἐπινοίας τῶν γραμμάτων 2.1.208 ἐξεύρηται δήλωσις· ἐπίσης γὰρ φθεγγόμενοί τε καὶ γράφοντες τὸ νοηθὲν ἐξαγγέλλομεν, ἀλλ' ἐπὶ μὲν τῶν μὴ λίαν ἀφεστηκό των φωνῇ τῆς ἀκοῆς καθικνούμεθα, πρὸς δὲ τοὺς πόρρωθεν γράμμασι δηλοῦμεν τὴν γνώμην, καὶ ἐπὶ τῶν παρόντων πρὸς λόγον τῆς ἀποστάσεως ἢ ἐπιτείνομεν τὸν τόνον τῆς φωνῆς ἢ ὑφίεμεν, ἔστιν δὲ ὅτε καὶ διανεύοντες μόνον τὸ πρακτέον τοῖς πέλας διεσαφήσαμεν καὶ τὴν ἐν τῇ ψυχῇ προαίρεσιν καὶ ὀφθαλμὸς τοιῶσδε διατεθεὶς ἐνεδείξατο καὶ χειρὸς ποιὰ κίνησις ἢ ἀπεῖπέ τι τῶν γινομένων ἢ κατεδέξατο. 2.1.209 εἰ τοίνυν οἱ σώματι περιειλημμένοι τὰ κρυπτὰ τῆς διανοίας κινήματα καὶ δίχα φωνῆς ἢ ῥήματος ἢ τῆς ἐν γράμμασιν ὁμιλίας πολλάκις τοῖς πέλας γνωρίζουσι καὶ οὐδεμίαν ἤνεγκε τῷ σπουδαζομένῳ πράγματι ζημίαν ἡ σιωπή, ἆρ' ἐπὶ τῆς ἀΰλου καὶ ἀναφοῦς καί, ὥς φησιν ὁ Εὐνόμιος, 20ἀνωτάτω καὶ πρώτης οὐσίας20 ῥημάτων χρεία τῶν καὶ τοῦ πατρὸς διασαφούντων τὸ νόημα καὶ τῷ μονογενεῖ γνωριζόντων τὸ βούλημα; ῥημάτων τῶν, καθὼς αὐτός φησι, 20τῇ φωνῇ πεφυκότων συνδιαλύεσθαι20; Οὐκ οἶδα εἴ τις τῶν νοῦν ἐχόντων ταῦτα ὡς ἀληθῆ παραδέξεται, ἄλλως τε παντὸς φθόγγου πάντως εἰς ἀέρα προχεομένου (οὐδὲ γὰρ δυνατὸν γενέσθαι φωνὴν μὴ ἐν ἀέρι συνισταμένην) ἀνάγκη