210
πᾶσα μέσον τι τοῦ φθεγγο μένου καὶ τοῦ πρὸς ὃν ὁ λόγος γίνεται καὶ αὐτοὺς ὑπο 2.1.210 θέσθαι. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος, πῶς ἐκ τοῦ λαλοῦντος ἡ φωνὴ διοδεύσει πρὸς τὸν ἀκούοντα; τί οὖν ἐροῦσι τὸ μέσον ᾧ τὸν υἱὸν [ἐκ] τοῦ πατρὸς διορίζουσι; τῶν μὲν γὰρ σωμάτων ὁ κατὰ τὸν ἀέρα τόπος γίνεται μέσος, ἄλλο τι ὢν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὴν τῶν ἀνθρω πίνων σωμάτων οὐσίαν. ὁ δὲ ἀναφὴς καὶ ἀνείδεος καὶ πάσης συνθέσεως καθαρεύων θεός, τῷ μονογενεῖ θεῷ παραπλησίως, μᾶλλον δὲ ὡσαύτως ἀΰλως τε καὶ ἀσωμάτως τῶν ἰδίων κοινωνῶν βουλευμάτων, εἴπερ διὰ φωνῆς ἐποιεῖτο τὴν κοινωνίαν, τί τὸ μεσιτεῦον εἶχε, δι' οὗ ῥέων ὁ λόγος καὶ μεθιστάμενος ταῖς ἀκοαῖς τοῦ μονογενοῦς εἰσῳκίζετο; 2.1.211 εἴγε χρὴ καὶ τοῦτο παραδραμεῖν ἀθεώρητον, τὸ μὴ μεμε ρίσθαι τὸ θεῖον ταῖς ἀντιληπτικαῖς ἐνεργείαις, ὡς παρ' ἡμῖν διῃρημένως ἕκαστον τῶν αἰσθητηρίων τοῦ συγγενοῦς ἐπιδράσσεται, τοῦ ὁρατοῦ μὲν ἡ ὅρασις τοῦ ἀκουστοῦ δὲ ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις, καὶ οὔτε γεύεται ἡ ἁφὴ οὔτε ἡ ἀκοὴ τὴν τῶν ἀτμῶν ἢ τῶν χυμῶν ἀντίληψιν ἔχει, ἀλλὰ παραμένει ἕκαστον τῇ μιᾷ ἐνεργείᾳ εἰς ἣν ἐτάχθη παρὰ τῆς φύσεως, ἀναίσθητον τρόπον τινὰ πρὸς ὃ μὴ πέφυκε διαμένον καὶ ἄγευστον τῆς ἀπολαύσεως ἧς καρποῦται ἡ 2.1.212 γείτων αἴσθησις. ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὅλον δι' ὅλου τὸ θεῖον ὅρασίς ἐστι καὶ ἀκοὴ καὶ γνῶσις. οὐ γὰρ δὴ θέμις καὶ τὰς ζῳωδεστέρας τῶν αἰσθήσεων ἐφαρμόζειν τῇ ἀκηράτῳ φύσει. πλὴν εἰ χρή τι καὶ ταπεινὸν ὑποθέσθαι καὶ καταγαγεῖν εἰς χαμαιζήλους ὑπολήψεις τὸ θεῖον, ὥστε λαλεῖν μὲν οἴεσθαι ῥήματα διὰ στόματος τὸν πατέρα, ἐν εργεῖν δὲ τὴν ἀκοὴν τοῦ υἱοῦ, τί τὸ μέσον ὑποτιθέμεθα τὸ διάγον τὴν πατρικὴν φωνὴν εἰς τὴν τοῦ υἱοῦ ἀκοήν; 2.1.213 κτιστὸν εἶναι χρὴ τοῦτο ἢ ἄκτιστον; ἀλλὰ κτιστὸν μὲν οὐκ ἔστιν εἰπεῖν· πρὸ γὰρ τοῦ συστῆναι τὴν κτίσιν ὁ λόγος ἐγένετο· ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεώς ἐστιν οὐδέν. εἰ οὖν κτίσις οὐκ ἦν, ὁ δὲ μνημονευθεὶς ἐν τῇ κοσμογενείᾳ λόγος τῆς κτίσεως πρεσβύτερος ἦν, ἄρα ὁ λέγων ῥήματα καὶ φωνῆς ἦχον διὰ τοῦ λόγου σημαίνεσθαι τί τὸ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὑποθήσεται, ᾧ διετυποῦτο ἡ φωνὴ τὰ ῥήματα; εἰ γὰρ ἔστι μέσον, ἐν ἰδιαζούσῃ φύσει πάντως ἐστίν, ὡς μήτε τῷ πατρὶ ταὐτὸν εἶναι μήτε τῷ υἱῷ κατὰ τὴν φύσιν συμβαίνειν, ἀλλ' ἕτερόν τι πάντως ὂν διΐστησιν ἀπ' ἀλλήλων τὸν πατέρα καὶ τὸν υἱὸν μεταξὺ τῶν δύο 2.1.214 παρενειρόμενον. τί οὖν τοῦτο; κτιστὸν οὐκ ἔστι· νεωτέρα γὰρ ἡ κτίσις τοῦ λόγου. γεννητὸν τὸν μονογενῆ ἐδιδά χθημεν, ἀγέννητον πλὴν τοῦ πατρός ἐστιν οὐδέν. οὐκοῦν ἐξ ἀνάγκης τὸ μηδὲν εἶναι μέσον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοεῖν ὁ τῆς ἀληθείας λόγος συναναγκάζει. ὅπου δὲ διά στασις οὐκ ἐπινοεῖται, τὸ συνημμένον πάντως ὁμολογεῖται, τὸ δὲ διὰ πάντων συνημμένον φωνῇ καὶ λόγῳ οὐ μεσιτεύ εται. συνημμένον δὲ λέγω τὸ ἐν πᾶσιν ἀχώριστον. οὐ γὰρ σωματικήν τινα συμφυΐαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταὐτότητος τῶν θελημάτων ἕνωσίν τε καὶ ἀνάκρασιν. 2.1.215 ∆ιότι οὐδὲ ἔστι διαφορὰ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐν θελήματι, ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθό τητος κάλλος καὶ ἡ εἰκών ἐστι τῆς ἀγαθότητος. καὶ ὥσπερ εἴ τις ἑαυτὸν ἐν κατόπτρῳ βλέποι (κωλύει γὰρ οὐδὲν σω ματικοῖς ὑποδείγμασι παραστῆσαι τὸ νόημα), κατὰ πάντα πρὸς τὸ πρωτότυπον καὶ ἡ εἰκὼν μορφωθήσεται, ὡς αἰτίαν τῆς ἐν τῷ κατόπτρῳ μορφῆς εἶναι τὴν ἐνορῶσαν μορφὴν καὶ μήτε κινεῖσθαι μήτε ἐπικλίνεσθαι καθ' ἑαυτὴν τὴν εἰκόνα, μὴ τοῦ πρωτοτύπου τῆς ἐπικλίσεως ἢ τῆς κινήσεως ἄρξαντος, εἰ δὲ κινηθείη τὸ προηγούμενον, συγκινεῖσθαι πάντως καὶ τὸ ἐν τῷ κατόπτρῳ δεικνύμενον, οὕτω φαμὲν καὶ τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κύριον πρὸς πᾶσαν θελήματος κίνησιν ἀμέσως τε καὶ ἀδιαστάτως συν 2.1.216 διατίθεσθαι τῷ πατρί. ἠθέλησέ τι ὁ πατὴρ καὶ ὁ ἐν τῷ πατρὶ ὢν υἱὸς εἶχε τὸ θέλημα τοῦ πατρός, μᾶλλον δὲ αὐτὸς τοῦ πατρὸς ἐγένετο θέλημα. ὁ γὰρ πάντα τὰ τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ οὐκ ἔστιν ὅ τι τῶν τοῦ πατρὸς οὐκ ἔχει. εἰ δὴ πάντα ἔχει ἐν ἑαυτῷ τὰ