211
ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. τὰ τοίνυν τετρακόσια ἑβδομήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ ἔτη τρία, ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις ἑβδομήκοντα πέντε ἔτεσιν, αἱ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται.» 8.2.55 Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμᾶς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδ' ὡς ἔτυχεν τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδομάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτά, ἔπειθ' ἑτέρας ἑξήκοντα δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθείς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο. 8.2.56 λέγει δ' οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο». εἶθ' ἕτερά τινα μεταξὺ ἐπαγαγὼν τὴν τελευταίαν προστίθησιν, φήσας· «καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία». 8.2.57 ταῦτα δὲ ὅτι μὴ μάτην μηδ' ἄνευ θείας ἐπιπνοίας ἐσχεδίασται, πάνθ' ὅντιν' οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι. 8.2.58 τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν. εἰ δὲ χρὴ καὶ ἡμᾶς τὸ ἐπεισιὸν μὴ ἀποκρύψασθαι, φημὶ καθ' ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ προκειμένῃ γραφῇ δηλούμενον «χριστὸν ἡγούμενον», κατὰ τὸ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου», οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀποκαλεῖν τῇ γραφῇ. 8.2.59 μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας παρειλήφαμεν. 8.2.60 Οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τούτων προστασίας, καθ' ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο», τῶν ἐτῶν δὲ τὰς ἑβδομάδας, συναγομένας εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἀπὸ τῆς Κύρου βασιλείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχήν, καθ' ἣν Πομπήιος Ῥωμαίων στρατηγὸς ἐπιστὰς τοῖς Ἱεροσολύμοις εἷλε μὲν πολιορκίᾳ τὴν πόλιν, τὸ δὲ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν. 8.2.61 ἐπὶ τοῦτον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμός, ἐφ' ὃν καὶ κατέληξαν οἱ κατὰ τὸν Μωσέως νόμον ἐκ πατέρων διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς «χριστὸν ἡγούμενον» τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω. 8.2.62 εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιερέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παράστασιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶτος τοίνυν μετὰ τὴν τοῦ ∆ανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, «ὁ ἱερεὺς ὁ μέγας» χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ' ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἱ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἱ διὰ τοῦ προφήτου δηλούμεναι συμπεραιοῦνται, καθ' ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς. 8.2.63 διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτά, εἰπὼν «ἑβδομάδας ἑπτά», ἔπειθ' ἑξῆς μετὰ διαστολῆς ἐπαγαγὼν «καὶ ἑβδομάδες ἑξήκοντα δύο». ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται. 8.2.64