211
πατρῷα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν πατέρα, πάντως μετὰ τοῦ πατρὸς καὶ τῶν τοῦ πατρὸς ὅλον τὸ θέλημα ἐν ἑαυτῷ ἔχει τὸ πατρῷον. 2.1.217 οὐ χρῄζει τοίνυν λόγῳ μαθεῖν τοῦ πατρὸς τὸ θέλημα, αὐτὸς ὢν τοῦ πατρὸς ὁ λόγος κατὰ τὴν ὑψηλοτέραν ση μασίαν τοῦ λόγου. τίς οὖν ἐκεῖνος ὁ λόγος ὁ πρὸς τὸν ὄντως λόγον γινόμενος; καὶ πῶς ὁ ὄντως λόγος λόγου πάλιν ἑτέρου πρὸς διδασκαλίαν προσδέεται; ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. 2.1.218 οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησιν ὁ ἀπόστολος, καὶ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. εἰ οὖν ῥήματα φθέγγεται ὁ θεός, πᾶς δὲ λόγος ἐπὶ ἀκοῆς ἐνεργεῖται, οἱ δημηγορεῖν τὸν θεὸν ἐν διεξοδικοῖς λόγοις ἀποφαινόμενοι γνωρισάτωσαν ἡμῖν καὶ τὸ τῶν θείων λόγων ἀκροατήριον. πρὸς ἑαυτὸν λαλεῖν οὐκ ἐδέετο, ὁ υἱὸς ἀπροσδεὴς ἦν τῆς ἐκ ῥημάτων διδασκαλίας, τὸ πνεῦμα τὸ ἅγιον πάντα, φησίν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, ἡ κτίσις οὔπω ἦν· πρὸς τίνα ὁ λόγος 2.1.219 ἐγίνετο; ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας ∆αβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς οὕτως κατὰ λέξιν ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡμέρα τῇ ἡμέρᾳ 2.1.220 ἐρεύγεται ῥῆμα καὶ νὺξ ἀναγγέλλει γνῶσιν νυκτί. καὶ εἰπὼν διηγεῖσθαι τοὺς οὐρανοὺς καὶ τὸ στερέωμα καὶ παρὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπαγγέλλεσθαι γνῶσιν καὶ ῥήματα, πάλιν ἐπάγει τοῖς εἰρημένοις ὅτι ταῦτα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ λόγοι οὐδὲ φωναὶ τούτων ἀκούονται. πῶς οὖν διηγή ματα καὶ ἀναγγελίαι καὶ ῥήματα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ 2.1.221 φωνὴ διὰ τῆς ἀκουστικῆς αἰσθήσεως ἐγγινομένη; ἆρα μά χεται πρὸς ἑαυτὸν ὁ προφήτης; ἆρά τι τῶν οὐκ ἐνδεχο μένων διέξεισιν, ἄφθογγον ῥῆμα καὶ διήγησιν ἄλαλον καὶ ἀγγελίαν δίχα φωνῆς διδάσκων; ἢ παντὸς μᾶλλον ἀληθὴς ἡ προφητεία ἡ τοῦτο διὰ τῶν εἰρημένων διδάσκουσα, ὅτι τὸ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ τῆς θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς; 2.1.222 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν; τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολ λάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλουμένου πράγματος σωματικώτερον διασκευάζει τὴν τῶν νοητῶν θεωρίαν, οἷον δὴ καὶ τοῦτο τὸ δόγμα ἐστὶν ὅπερ δοκεῖ μοι ὁ ∆αβὶδ ἀποφαίνεσθαι, τοῦτο δι' ὧν εἶπε διδάσκων· οὐδὲν τῶν ὄντων ἔκ τινος αὐτομάτου συντυχίας τὴν ὑπόστασιν ἔχει, καθάπερ ᾠήθησάν τινες τυχαίας τε καὶ ἀλόγους τῶν πρώτων στοιχείων ἀντεμπλοκὰς τὸν κόσμον ἡμῖν ὅλον καὶ τὰ ἐν αὐτῷ κατεργάσασθαι, οὐδεμιᾶς προνοίας διὰ τῶν ὄντων ἡκούσης, ἀλλ' ἔστι τι τῆς τοῦ παντὸς συστάσεως καὶ διοικήσεως αἴτιον, οὗ πᾶσα ἡ τῶν νοητῶν ἐξῆπται φύσις, κἀκεῖθεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχει καὶ πρὸς ἐκεῖνο 2.1.223 νένευκέ τε καὶ ἐπιστρέφεται καὶ ἐν αὐτῷ διαμένει. καὶ ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοουμένη καθο ρᾶται, διὰ τοῦτο πᾶσα ἡ κτίσις καὶ πρό γε πάντων, καθώς φησιν ὁ λόγος, ἡ ἐν τοῖς οὐρανοῖς διακόσμησις διὰ τῆς ἐμφαινομένης τοῖς γεγονόσι τέχνης τὴν τοῦ πεποιηκότος σοφίαν ἐνδείκνυται. καὶ τοῦτό μοι δοκεῖ παραστῆσαι θέλων τὴν ἐκ τῶν φαινομένων μαρτυρίαν τοῦ σοφῶς καὶ ἐντέχνως τὰ ὄντα κατεσκευάσθαι καὶ εἰσαεὶ διαμένειν ἐν τῇ δυνάμει 2.1.224 τοῦ τὸ πᾶν οἰακίζοντος. αὐτούς φησι τοὺς οὐρανούς, δι' ὧν τὴν σοφίαν τοῦ πεποιηκότος δεικνύουσιν, μονονουχὶ φωνὴν ἀφιέντας βοᾶν καὶ διακηρύσσειν τοῦ δημιουργοῦ τὴν σοφίαν δίχα φωνῆς. ἔξεστι γὰρ οἱονεὶ λόγῳ ταῦτα διδασκόντων ἀκούειν ὅτι πρὸς ἡμᾶς ὁρῶντες, ὦ ἄνθρωποι, καὶ τὸ ἐν ἡμῖν κάλλος καὶ μέγεθος καὶ τὴν ἀεικίνητον ταύτην περιφορὰν καὶ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν κίνησιν ἐννοήσατε τὸν ἐπιστατοῦντα τῆς ἡμετέρας συστάσεως καὶ διὰ τοῦ φαινομένου κάλλους τὸ