1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

212

ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι· «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» ἀλλ' οὗτοι μὲν «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν» ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου ἔτους Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκεν τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς ∆αρείου βασιλείας συνάγεται, καθ' ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν. 8.2.65 ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ..., ὥστ' εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας ἑβδομάδας, εἰς ἔτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας, ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ τῆς ∆αρείου καταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ' ὃν αὖθις Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, εἰς ἐκεῖνο τὴν ζωὴν παρατείναντες, ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου, μεθ' οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλῶνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δὲ οὗτος ἦν Ἰησοῦ τοῦ Ἰωσεδέκ, μεθ' ὃν διαδέχεταιτὴν ἀρχιερωσύνην Ἐλιασοῦβος, ἔπειτα Ἰωδαέ, μεθ' ὃν Ἰωνάθης, μεθ'ὃν Ἰαδδοῦς. 8.2.66 τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφή, λέγουσα· «καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασείβκαὶ Ἐλιασεὶβ ἐγέννησε τὸν Ἰωδαέ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθανκαὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ». 8.2.67 Κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος Ἀλεξάνδρειανκτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ. 8.2.68 τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, μετὰ ἔτη διακόσια τριάκοντα ἓξ Κύρου, ὃς ἐβασίλευσεν Περσῶν κατὰ τὸ πρῶτον ἔτος τῆς πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος. 8.2.69 μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ' ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, καθ' ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαράκοντα ὀκτώ. 8.2.70 ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τῶν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ' ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασιν. 8.2.71 μεθ' ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ' ὃν Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ' ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ' ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζεν. 8.2.72 μεθ' ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὗ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτη καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν, 8.2.73 ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἴκοσι πέντε. μεθ' ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς Ἰώσηπός φησιν, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ' ὃν Ἀριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ. 8.2.74 τοῦτον διαδέχεται Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς, ἔτεσιν καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν πραγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὗ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι