212
πρωτότυπον καὶ ἀόρατον κάλλος ἀναλογίσασθε· οὐδὲν γὰρ ἐν ἡμῖν ἀδέσποτον ἢ αὐτοκίνητον ἢ αὐτόματον, ἀλλὰ πᾶν τὸ φαινόμενόν τε περὶ ἡμᾶς καὶ νοούμενον τῆς ὑψηλῆς τε καὶ ἀφράστου δυνάμεως ἤρτηται. 2.1.225 ταῦτα λόγος μὲν ἔναρθρος οὐκ ἔστιν, ἐντίθησι δὲ διὰ τῶν φαινομένων ταῖς ψυχαῖς τὴν γνῶσιν τῆς θείας δυνάμεως μᾶλλον ἢ εἰ διὰ φωνῆς ὁ λόγος ἐκήρυσσεν. ὥσπερ τοίνυν διηγεῖται ὁ οὐρανὸς καὶ οὐ φθέγγεται, καὶ ἀναγγέλλει τὸ στερέωμα τὴν τοῦ θεοῦ ποίησιν καὶ φωνῆς οὐ προσδέεται, καὶ ῥῆμα προΐεται ἡ ἡμέρα καὶ λαλιὰ οὐκ ἔστιν, καὶ οὐκ ἄν τις εἴποι διεσφάλθαι τὴν προφητείαν, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ εἷς ἀμφοτέροις τῷ Μωϋσεῖ καὶ τῷ ∆αβὶδ ὁ διδάσκαλος, τὸ πνεῦμα λέγω τὸ ἅγιον, ὁ τὸ πρόσταγμα καθηγήσασθαι τῆς κτίσεως λέγων οὐ ῥημάτων ἡμῖν δη μιουργὸν τὸν θεὸν ὑποτίθεται, ἀλλὰ πραγμάτων τῶν διὰ τῆς τῶν ῥημάτων σημασίας γνωριζομένων. ἵνα γὰρ μὴ ἀδέσποτόν τινα καὶ αὐτοφυῆ τὴν κτίσιν εἶναι νοήσωμεν, καὶ γεγενῆσθαι ταύτην παρὰ τῆς θείας φύσεως λέγει καὶ τάξει 2.1.226 τινὶ καὶ ἀκολουθίᾳ συστῆναί φησι. καὶ μακρὸν ἂν εἴη περὶ τῆς τάξεως φιλοσοφεῖν τῶν κατὰ τὴν κοσμοποιΐαν ὑπὸ τοῦ Μωϋσέως ἐν ἱστορίας χαρακτῆρι δογματικῶς εἰρημένων. ἦ γὰρ ἂν μᾶλλον δι' ἑκάστου τῶν γεγραμμένων τὸ πεπλανη μένον τε καὶ μάταιον τῆς τῶν ἐναντίων ὑπολήψεως φανερῶς διηλέγχθη. ἔξεστι δὲ τῷ βουλομένῳ τοῖς εἰς τὴν Γένεσιν πεπονημένοις ἡμῖν ἐντυχόντι δοκιμάσαι τῶν τε ἡμετέρων καὶ τῶν ὑπεναντίων τὸν ἀκολουθότερον λόγον. 2.1.227 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι τοῦ θεοῦ σύν δρομον ἀποφαίνων τὴν δύναμιν αἰσθητικώτερον ἡμῖν τὴν 2.1.228 νοητὴν ὑποδείκνυσι θεωρίαν. ἐπειδὴ γὰρ θελήματι τοῦ θεοῦ συνέστη τὰ πάντα, σύνηθες δὲ τοῖς ἀνθρώποις λόγῳ πρῶτον διασημαίνειν τὸ βούλημα καὶ οὕτως ἐπάγειν τὸ ἔργον συμ φωνοῦν τῷ βουλήματι, ἡ δὲ γραφὴ τῆς κοσμογενείας εἰσ αγωγή πως εἰς θεογνωσίαν τοῖς ἀρχομένοις ἐστί, διὰ τῶν ἑτοιμοτέρων εἰς κατανόησιν τὴν ἰσχὺν τῆς θείας παριστῶσα φύσεως, προχειρότερον δὲ εἰς γνῶσιν τῶν νοουμένων ἡ διὰ τῆς αἰσθήσεως κατάληψις γίνεται, τούτου χάριν ὁ Μωϋσῆς διὰ μὲν τοῦ <τὸ> Εἰπεῖν τὸν θεὸν τόδε γενέσθαι προτάξαι τὴν ὁρμητικὴν τοῦ θελήματος ἐξουσίαν παρίστησι, διὰ δὲ τοῦ προσθεῖναι τὸ Καὶ ἐγένετο οὕτως, τὸ μηδεμίαν εἶναι δια φορὰν βουλήσεως καὶ ἐνεργείας ἐπὶ τῆς θείας ἐνδείκνυται φύσεως· ἀλλὰ διδάσκει καθηγεῖσθαι μὲν ἐπὶ θεοῦ τῆς ἐν εργείας τὴν νόησιν, οὐκ ἐφυστερίζειν δὲ μετὰ τὸ νοηθὲν τὸ ἐνεργούμενον, ἀλλ' ἅμα τὰ δύο καὶ κατὰ ταὐτὸν θεω ρεῖσθαι, τήν τε τοῦ νοῦ κίνησιν καὶ τὴν ἀποτελεστικὴν τοῦ 2.1.229 πράγματος δύναμιν. οὐδὲν γὰρ ἔδωκεν ἐννοῆσαι μέσον ὁ λόγος τῆς προαιρέσεως καὶ τῆς πράξεως, ἀλλ' ὥσπερ τῇ ἐξάψει τῆς φλογὸς καὶ ἡ αὐγὴ συνεκφαίνεται καὶ ἐξ ἐκείνης οὖσα καὶ μετ' αὐτῆς συνεκλάμπουσα, κατὰ τὸν αὐτὸν τρόπον ἔργον μὲν τοῦ θείου θελήματος ἡ τῶν γεγονότων ἐστὶν ὑπόστασις, οὐ μὴν δευτερεύει τῇ τάξει μετὰ τὸ βούλημα. 2.1.230 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖν ἀεὶ μὲν εἶναι ναυπηγόν φαμεν τῇ δυνάμει τὸν τὴν ναυπηγικὴν ἔχοντα τέχνην, ἐνεργεῖν δὲ τότε, ὅταν ἐπὶ τῶν ἔργων δείξῃ τὴν ἐπιστήμην, οὐχ οὕτως καὶ ἐπὶ τῆς μακαρίας ζωῆς. ἀλλ' ὅλον ὅτιπέρ ἐστιν ἐν ἐκείνῃ νοούμενον ἐνέργεια καὶ πρᾶξίς ἐστιν, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος 2.1.231 μεθισταμένου. ὡς τοίνυν μαρτυρεῖ τῷ δημιουργῷ τὴν δόξαν ἡ ἐν τῷ οὐρανῷ διακόσμησις καὶ ὁμολογεῖ τὸν πεποιηκότα καὶ φωνῆς οὐ προσδέεται, οὕτω μοι τὸ ἔμπαλιν ἐκ τῆς τοῦ Μωϋσέως γραφῆς μεταλαβὼν ἄν τις λογίσαιτο, ὅτι καὶ ἑαυτοῦ κτίσμα ὁ θεὸς λέγει τὸν κόσμον ὁ τῷ προστάγματι τὸ πᾶν οὐσιώσας καὶ ῥημάτων πρὸς δήλωσιν τῆς ἐννοίας 2.1.232 ταύτης οὐκ ἐπιδέεται. ὡς οὖν ὁ ἀκούσας οὐρανοῦ διηγου μένου διεξοδικὸν οὐκ ἐζήτησε λόγον (λαλεῖ γὰρ τῷ νοῦν ἔχοντι διὰ τῶν