1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

213

«χριστὸν ἡγούμενον» ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι. 8.2.75 Μεθ' οὕς, τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου, ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ στασιασάντων πρὸς ἀλλήλους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὤν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών. 8.2.76 καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος. 8.2.77 τότε δ' οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος τὴν Ἱερουσαλήμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσιν, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο. 8.2.78 μεθ' ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελών, τὴν τῶνἸουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μωσέως νόμον διαφθείρας τάξιν. 8.2.79 ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ' Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ' οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισιν καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ ∆αρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ ∆αρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι. 8.2.80 Καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἄν, ἄλλως ἀπαριθμούμενος, τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων, αἳ συντεί νουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία ἐπ' αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώδην τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντας, καθ' οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γένεσις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸ ∆αρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλούμενον ἀριθμὸν ἀναλογίσῃ. 8.2.81 ∆αρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηκονταετῆ χρόνον τῆς ἐρημώσεως Ἱερουσαλὴμ συμπεπεράνθαι ὁ προφήτης Ζαχαρίας δηλοῖ, λέγων· «τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί αὐτός ἐστιν Σαβάτ ἐν τῷ δευτέρῳ ἔτει ∆αρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου», 8.2.82 εἶθ' ἑξῆς ἐπιλέγει· «καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν, κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεωρήσας ὁ ∆ανιὴλ τὸν χρόνον σημειοῦται, λέγων· «ἐγὼ ∆ανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη. καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεόν μου τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν». 8.2.83 εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει, λέγων· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου». γέγονε μὲν οὖν ἀπόκρισις πρώτη Κύρου οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ, οὐ μὴν εἰς ἔργον ἐχώρησεν, τῶν περιοίκων κεκωλυκότων. 8.2.84 ∆αρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ' αὐτὸν συντελεσθείσης ἡ τοῦ ∆ανιὴλ ἐντεῦθεν προφητεία τὴν καταρχὴν τῆς ἐκβάσεως ἐλάμβανεν, ἥ τε φάσκουσα «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ», καὶ δι' ἧς εἴρηται «ἐγὼ ∆ανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ,