213
γινομένων ὁ κόσμος τὴν διὰ τῶν ῥημάτων δήλωσιν χαίρειν ἐάσας), οὕτω κἂν τοῦ Μωϋσέως λέγοντός τις ἀκούσῃ, ὡς τοῦ θεοῦ ὀνομαστὶ περὶ τῶν καθ' ἕκαστον τοῦ κόσμου μερῶν διατάττοντός τε καὶ κελεύοντος, μήτε ψεύδεσθαι τὸν προφήτην ὑπονοείτω μήτε μικροῖς καὶ χαμαι ζήλοις νοήμασι κατασμικρυνέτω τὴν τῶν ὑψηλῶν θεωρίαν, οἷον ἐξανθρωπίζων διὰ τῶν τοιούτων τὸ θεῖον καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν φωνῇ τὰ προστάγματα διεξοδεύειν ὑποτιθέμενος, ἀλλὰ τὸ μὲν πρόσταγμα δηλούτω τὴν βού λησιν, τὰ δὲ τῶν κτισθέντων ὀνόματα αὐτὴν διασημαινέτω τὴν τῶν γεγονότων ὑπόστασιν· ὥστε τὰ δύο διὰ τῶν εἰρη μένων μαθεῖν, καὶ ὅτι βουληθεὶς ὁ θεὸς τὰ πάντα κατείρ γασται καὶ ὅτι ἀπραγμόνως τε καὶ ἀκόπως τὸ θεῖον βού λημα φύσις ἐγένετο. 2.1.233 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατα σκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θεὸς κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνερ γείας πάντως ὑπονοήσει καὶ τὸ Ἤκουσε κύριος καὶ ἠλέησέ με καὶ Ὠσφράνθη ὀσμὴν εὐωδίας καὶ ὅσα περὶ κεφαλῆς θείας ἢ ποδὸς ἢ χειρὸς ἢ ῥινὸς ἢ βλεφάρων ἢ δακτύλων ἢ ὑπο δήματος ἡ γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ θεῖον καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. 2.1.234 εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων καὶ χεῖρα κραταιὰν καὶ βραχίονα ὑψηλὸν καὶ ὀφθαλμὸν καὶ βλέφαρα καὶ πόδα καὶ ὑποδήματα θεοπρεπεῖς ἐννοίας δι' ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρ ρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφω νήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογί ζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν 2.1.235 ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ἀποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει· καὶ ὡς ἡ δύ ναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ θεοῦ κρινομένη τὸ μηδέν ἐστι καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα ὡς οὐδὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν, οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα λόγον κρινόμενός ἐστιν οὐδέν. 2.1.236 οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατε σκευάσθη φύσει, οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ' ὥς φησί που ὁ διδάσκαλος τῷ ψόφῳ τῆς γλώσσης συνα φανίζεται, οὔτε τι ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει· ὁ δὲ ἐκ τοῦ θεοῦ λόγος θεός ἐστι, λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι' οὗ τὰ πάντα ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, ζωὴ καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ φῶς καὶ πᾶν ἀγαθὸν ὢν καὶ πάντα τὰ ἐν τῷ εἶναι 2.1.237 διακρατῶν. τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ λόγου τοῦ περὶ τὸν θεὸν νοουμένου οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥή μασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον ὥς τι μέγα χαρίζεται τῷ θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν οἰκία καὶ βάθρον καὶ ῥομφαία καὶ ἄροτρον καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος, ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα, οὕτως καὶ ἡ τοῦ λόγου δύναμις ἔργον μέν ἐστι τοῦ τοιαύτην ἡμῶν πε ποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ' ἕκαστον ῥημάτων εὕρεσις πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας 2.1.238 παρ' ἡμῶν αὐτῶν ἐπενοήθη. τεκμήριον δὲ ὅτι πολλὰ