1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

214

ἑβδομήκοντα ἔτη». 8.2.85 κατὰ γοῦν τὸ δεύτερον ἔτος ∆αρείου ἡ συμπλήρωσις τῆς ἑβδομηκονταετηρίδος ἀποδέδεικται περαιωθεῖσα, ὥστε ἐξ ἅπαντος ἄρχεσθαι δεῖν ἡμᾶς τῶν ἑβδομήκοντα ἑβδομάδων ἀπὸ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος καὶ ἀπὸ δευτέρου ἔτους ∆αρείου, ἐν ᾧ τὰ τῆς οἰκοδομῆς περαιοῦται. 8.2.86 ἐντεῦθεν γοῦν εἰ τοὺς ἑπομένους χρόνους ἀριθμήσειας, εὕροις ἂν ἐπ' αὐτὸν Ἡρώδην μόναρχόν τε Ῥωμαίων Αὔγουστον, καθ' οὓς ἡ τοῦ σωτῆρος ἡμῶν ἐπέφανεν τῷ βίῳ γένεσις, τὰ τετρακόσια ὀγδοήκοντα τρία ἔτη, αἵ εἰσιν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδες, κατὰ τὴν τοῦ ∆ανιὴλ προφητείαν περιοριζόμενα. 8.2.87 ἀπὸ γὰρ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἑβδόμην γίνονται Ὀλυμπιάδες μεταξὺ ἑκατὸν εἴκοσι μία, ἔτη τετρακόσια ὀγδοήκοντα τέσσαρα, τετραετίαν τῆς Ὀλυμπιάδος ἐπεχούσης, καθ' ὃν καιρὸν Αὔγουστος Ῥωμαίων βασιλεύς, πεντεκαιδέκατον ἔτος τῆς βασιλείας ἐπέχων, Αἰγύπτου κρατεῖ καὶ τῆς λοιπῆς οἰκουμένης, ὑφ' οὗ πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν τῶν Ἰουδαίων ἐγχειρίζεται βασιλείαν, γεννᾶται δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, κατὰ τὸ αὐτὸ συντρεχόντων τῶν χρόνων τῆς γενέσεως αὐτοῦ καὶ τῆς συμπληρώσεως τῶν παρὰ τῷ ∆ανιὴλ ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων. Μεθ' ἃς διῃρημένης καὶ μακρὰν ἀπεσχοινισμένης, μετὰ πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα, τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον· «μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς». 8.2.88 καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν κατ' αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπι τρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις καὶ ἀφανέσιν ἀνθρώποις. 8.2.89 τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν, εἰπών· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ». 8.2.90 ὅπερ σαφῶς καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμηνευταί, ὁ μὲν Ἀκύλας φήσας· «καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος, καὶ οὐκ ἔστιν αὐτῷ», ὁ δὲ Σύμμαχος· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐκκοπήσεται χριστός, καὶ οὐχ ὑπάρξει αὐτῷ». ὅθεν μάλιστα παρίστασθαί μοι δοκεῖ «χριστὸς ἡγούμενος» εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος. 8.2.91 μετὰ γοῦν τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν «ἐξολοθρευθήσεται χριστός» φησιν. τίς δὲ οὗτος ἢ «ὁ ἡγούμενος» καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενεν γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ «ἐξεκόπη» ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανός, ὃν αὐτὸς Ἡρώδης ἀνελών, τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται. 8.2.92 οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανός, «χριστὸς» ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος, «ἐξεκόπη», ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχή, αὐτό τε τὸ κατὰ νόμους χρίσμα, οὐκέτι κατὰ κρίσιν γινόμενον ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχεν δὲ ὁμοῦ πάντα, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ». 8.2.93 Μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν