214
τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νενό μισται, ὧν οὐκ ἄν τις τῶν νοῦν ἐχόντων εὑρετὴν τὸν θεὸν ὑπολάβοι· ὥστε κἂν ἐκ προσώπου τοῦ θεοῦ λέγηταί τινα παρὰ τῆς θείας γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνω στέον ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν δια λέγεται, καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμά θομεν ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγεννήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαΐων τῶν λόγων. 2.1.239 Καὶ ὅτι ἀληθῆ ταῦτα, μᾶλλον ἄν τις μάθοι φιλοπονώ τερον τὴν Λεϋιτικὴν νομοθεσίαν κατεξετάζων. τηγάνου γὰρ ἐκεῖ καὶ λαγάνου καὶ σεμιδάλεως καὶ τοιούτων μέμνηται ὀνομάτων ἐν ταῖς μυστικαῖς ἱερουργίαις συμβολικῶς καὶ δι' αἰνίγματος ψυχωφελῆ τινα δόγματα ὑφηγούμενος, καὶ μέτρα τινὰ κατονομάζει κατὰ τὴν τότε συνήθειαν ὕφι τι λέγων 2.1.240 καὶ νέβελ καὶ ἲν καὶ πολλὰ τοιαῦτα· ἆρα ποιήσας τὰς προσηγορίας ταύτας καὶ ὀνομάσας, ἢ τὴν ἀρχὴν οὕτω δια ταξάμενος γίνεσθαί τε καὶ λέγεσθαι, ὥστε τὸ μὲν τοιοῦτον σπέρμα σῖτον εἰπεῖν, τούτου δὲ τὴν ἐντεριώνην ὀνομάσαι σεμίδαλιν, καὶ τὰ ἐπιπόλαια καὶ ὑμενώδη καὶ διηπλωμένα τῶν πεμμάτων λάγανα προσειπεῖν καὶ τὸ τοιόνδε σκεῦος, ἐν ᾧ τὸ ὑγρὸν τοῦ φυράματος ἐξοπτᾶται καὶ ἐξικμάζεται, τή γανον ὀνομασθῆναι προστάξαι τοῦ τε ὑγροῦ τὴν τοσήνδε ποσότητα τῷ τοῦ ἲν ἢ τῷ τοῦ νέβελ ὀνόματι διαγορεύειν καὶ τοὺς ξηροτέρους καρποὺς διαμετρεῖσθαι τῷ γόμορ; 2.1.241 φλυαρία ταῦτα καὶ ματαιότης Ἰουδαϊκὴ πάμπολυ τῆς τῶν Χριστιανῶν μεγαλοφυΐας ἐκπεπτωκυῖα, τὸ οἴεσθαι τὸν μέγαν καὶ ὕψιστον καὶ ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα θεόν, τὸν μόνῃ τῇ τοῦ βουλήματος δυνάμει τὸ πᾶν διακρατοῦντα καὶ εἰς γένεσιν ἄγοντα καὶ ἐν τῷ εἶναι διατηροῦντα, τοῦτον ὥς τινα γραμματιστὴν τὰς τοιάσδε τῶν ὀνομάτων θέσεις δια 2.1.242 λεπτουργοῦντα καθῆσθαι. ἀλλ' ὥσπερ τοῖς κωφοῖς διασχη ματιζόμενοι καὶ χειρονομοῦντες τὸ πρακτέον ὑποσημαίνομεν, οὐχὶ τῷ μὴ ἔχειν ἰδίαν αὐτοὶ φωνὴν ὅταν τοῦτο ποιῶμεν, ἀλλὰ τῷ παντάπασιν ἄχρηστον εἶναι τοῖς οὐκ ἀκούουσι τὴν διὰ τῶν ῥημάτων ὑφήγησιν, οὕτω καὶ τῆς ἀνθρωπίνης φύ σεως κωφευούσης τρόπον τινὰ καὶ οὐδενὸς τῶν ὑψηλῶν ἐπαϊούσης τὴν τοῦ θεοῦ χάριν φαμὲν πολυμερῶς καὶ πολυ τρόπως ἐν τοῖς προφήταις λαλοῦσαν, κατὰ τὸ ἡμῖν εὐσύν οπτόν τε καὶ σύνηθες τὰς τῶν ἁγίων προφητῶν δια σχηματίζουσαν γλώσσας, διὰ τούτων ἡμᾶς εἰς τὴν τῶν ὑψηλῶν χειραγωγεῖν κατανόησιν, οὐ κατὰ τὴν ἰδίαν μεγα λοφυΐαν ποιουμένην τὴν διδασκαλίαν (πῶς γὰρ ἂν ἐν τῷ μικρῷ χωρηθείη τὸ μέγα;), ἀλλὰ τῇ βραχύτητι τῆς 2.1.243 ἡμετέρας συγκατιοῦσαν δυνάμεως. καὶ ὥσπερ τὴν κινητικὴν τῷ ζῴῳ δύναμιν δοὺς ὁ θεὸς οὐκέτι δημιουργεῖ καὶ τὰ καθ' ἕκαστον διαβήματα (ἅπαξ γὰρ τὴν ἀρχὴν λαβοῦσα παρὰ τοῦ πεποιηκότος ἡ φύσις ἑαυτὴν κινεῖ τε καὶ διεξάγει πρὸς τὸ ἑκάστοτε δοκοῦν ἐνεργοῦσα τὴν κίνησιν, πλὴν παρὰ κυρίου λέγεται τῷ ἀνδρὶ τὰ διαβήματα κατευθύνεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ θεοῦ λαβοῦσα ὁδῷ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις, σημεῖά τινα τοῖς οὖσι διὰ τῆς ποιᾶς τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα. 2.1.244 καὶ ταῦτά ἐστι τὰ παρ' ἡμῶν λεγόμενα ῥήματά τε καὶ ὀνόματα, οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. κἂν λέγηται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γε νέσεως ὁ καρπὸς καὶ πρὸ τῆς τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ 2.1.245 τῆς ἐπινοίας εἰρημένοις ἡ τοῦ νομοθέτου διάνοια. ὃ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθούσης γεωργίας καρ πὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύ οντες, τοῦτο τὸ πρᾶγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτομάτως γενέσθαι, ἀλλ' ἐν θελήματι τοῦ πεποιηκότος μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι· ὥστε τὸν αὐτόν τε γίνεσθαι καρπὸν ἑαυτόν τε πάλιν ἄγειν σπέρμα γινόμενον 2.1.246 καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον. φύεται δὲ κατὰ θεῖον βούλημα πρᾶγμα, οὐκ