215
Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας· «τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους» οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι «καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ ἱερέων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. 8.2.94 εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι, τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληφότες». 8.2.95 πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν· «Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι' αὐτήν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ' οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχήν, ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι». 8.2.96 διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ». 8.2.97 Ἔτι δὲ μᾶλλον ὄψει, πῶς εἴρηται τὸ «κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημένων. 8.2.98 τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρόνον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιρούς, μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρίσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης ἔπειτα δὲ καὶ Ῥωμαῖοι μετὰ τοῦτον ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον τοὺς ἀρχιερεῖς καθίστων, οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσήμοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔνομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι. 8.2.99 διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς, τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων, σημειοῦσθαι τοῦτο δι' ὧν φησιν· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα». 8.2.100 δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει· «Οὐαλέριος Γρᾶτος», Ῥωμαίων στρατηγός, «παύσας ἀρχιερᾶσθαι Ἄνανον, Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ' οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, διάδοχος ἦν αὐτῷ». 8.2.101 ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν. Ἑξῆς τούτοις φησὶν ἡ προφητεία· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ». ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετ' αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμβάνω δηλοῦσθαι. 8.2.102 ὡς γὰρ ἀνωτέρω ὠνόμαζεν χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς, λέγων «ἕως χριστοῦ ἡγουμένου», τὸν αὐτὸν τρόπον μετ' ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν