215
ὄνομα· ὥστε τὸ μὲν καθ' ὑπό στασιν ὂν πρᾶγμα τῆς τοῦ πεποιηκότος δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι' ὧν τὰ καθ' ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπι σημειοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὑρήματα, αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμίν τε καὶ φύσιν ἔργον θεοῦ. καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαίως κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς καὶ 2.1.247 αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται. εἰ δή τις ἀνθρω πικῶς τὸ φῶς ἢ τὸν οὐρανὸν ἢ τὴν γῆν ἢ τὰ σπέρματα παρὰ τοῦ θεοῦ προσειρῆσθαι λέγοι, πάντως ὅτι κατὰ μίαν τινὰ γλώσσης ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. τίς οὖν αὕτη, δειξάτω. τὸν γὰρ ἐκεῖνο γινώσκοντα καὶ 2.1.248 τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστί. καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ πνεύματος κάθοδον καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων καὶ ἐν τῇ μεταμορφώσει φωνὴ γίνεται ἄνωθεν διδάσκουσα τοὺς ἀνθρώπους καὶ σχῆμά τι, μὴ τὸ φαινόμενον οἴεσθαι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπη 2.1.249 τὸν υἱὸν τοῦ θεοῦ πιστεύειν εἶναι ἀληθῆ. ἡ τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκουόντων σύνεσιν ἐν τῷ ἀερίῳ σώματι παρὰ τοῦ θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τότε τῶν φθεγγομένων συνήθειαν γενομένη, οὕτω τοῦ θεοῦ τοῦ πάντας θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκουόντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρώσαντος, καθώς φησι καὶ πρὸς τοὺς Ἰουδαίους ὁ κύριος τοὺς οἰομένους βροντὴν γεγονέναι, διὰ τὸ ἐν ἀέρι συστῆναι τὸν ἦχον, ὅτι Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, 2.1.250 ἀλλὰ δι' ὑμᾶς. πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυναμένου φωνήν, ὁ λέγων ῥήμασι τὸν θεὸν κεχρῆσθαι πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ; αὐτὸς ἀσώματος, ἡ κτίσις οὐκ ἦν, οὐδὲν περὶ αὐτὸν ὑλῶδες ὁ λόγος ἐννοεῖν δίδωσιν, οἱ ὠφεληθέντες ἂν διὰ τῆς ἀκοῆς οὔπω συνέστησαν. ἀνθρώπων δὲ μὴ ὄντων οὐδὲ διαλέκτου τρόπος κατά τινα ἔθνους ἰδιότητα τετύπωτο πάν τως. ὁ τοίνυν πρὸς τὸ γράμμα ψιλὸν βλέπων τίσι λογι σμοῖς τῇ τοιαύτῃ διανοίᾳ παρίσταται ὡς τοῦ θεοῦ ταῦτα φθεγγομένου τὰ ῥήματά τε καὶ τὰ ὀνόματα; 2.1.251 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαίνονται καὶ οὐδεμία κατὰ τὴν αἴσθησιν τοῖς ἀνθρώποις ἐστὶ διαφορὰ ἐν τῇ τοῦ πυρὸς ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος μετουσίᾳ, ἀλλὰ μία ἐστὶ καὶ ἀκίνητος ἐπὶ πάντων ἡ φύσις, ὡσαύτως ἐνερ γοῦσα καὶ οὐδὲν πρὸς τὰς διαφορὰς τῶν μετεχόντων ἀλ λοιουμένη, οὕτως καὶ ἡ τῶν ὀνομάτων θέσις, εἴπερ ἦν ἐκ θεοῦ τοῖς πράγμασιν ἐφηρμοσμένη, πᾶσιν ἂν ἦν ἡ αὐτή. 2.1.252 νυνὶ δὲ τῶν μὲν πραγμάτων ἡ φύσις ἅτε δὴ παρὰ τοῦ θεοῦ πεπηγυῖα μένει ἀκίνητος, αἱ δὲ σημαντικαὶ τούτων φωναὶ πρὸς τοσαύτας γλωσσῶν διαφορὰς διεσχίσθησαν, ὡς μηδὲ ἀριθμήσασθαι τὸ πλῆθος εὔκολον εἶναι. εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχεῖν τὴν οὖσαν, ὡς ἂν μὴ 2.1.253 πάντες πάντων ἀκούοιεν. ἕως γὰρ ἦν πᾶσι κατὰ ταὐτὸν ἡ ζωὴ καὶ οὔπω πρὸς πολλὰς ἐθνῶν διαφορὰς ἐμερίσθησαν, μιᾷ συνέζων φωνῇ πάντων ἀνθρώπων τὸ πλήρωμα· ἐπεὶ δὲ κατὰ θείαν βούλησιν ἔδει πᾶσαν ὑπὸ τῶν ἀνθρώπων κατοι κισθῆναι τὴν γῆν, τότε διασπασθέντες κατὰ <τὴν> τῆς φωνῆς κοινωνίαν ἄλλος ἀλλαχῇ διεσπάρησαν καὶ πρὸς ἄλλον καὶ ἄλλον χαρακτῆρα ῥημάτων καὶ φωνῆς μεθηρμόσθησαν συνδετικήν τινα τῆς πρὸς ἀλλήλους ὁμονοίας τὴν ὁμο φωνίαν λαχόντες, πρὸς μὲν τὴν τῶν πραγμάτων οὐ διαφω νοῦντες γνῶσιν, πρὸς δὲ τὸν τῶν ὀνομάτων τύπον διαφερό 2.1.254 μενοι. οὐ γὰρ ἄλλο τι παρ' ἄλλοις ὁ λίθος ἢ τὸ ξύλον δοκεῖ, διάφορα δὲ παρ' ἑκάστοις τὰ τῆς ὕλης ὀνόματα, ὥστε μένει παγίως ἡμῖν ὁ λόγος ὁ τὰς ἀνθρωπίνας φωνὰς τῆς ἡμετέρας διανοίας εὑρήματα εἶναι διοριζόμενος. οὔτε γὰρ ἐξ ἀρχῆς, ἕως ὁμόφωνον ἅπαν ἦν ἑαυτῷ τὸ ἀνθρώ