216
οὐκ ἄλλος «ἡγούμενος ἐρχόμενος» ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοιποὶ ὅσοι καθεξῆς μετ' ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ' ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον» διαφθερεῖν εἴρηται. 8.2.103 καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων εἰς ἀσέβειαν ἐκκαλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύλας, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου». 8.2.104 οὐ μόνον γὰρ «ὁ ἐρχόμενος ἡγούμενος», ὁ κατὰ τὰ ἀποδεδομένα ἡμῖν δηλωθείς, διέφθειρε «τὴν πόλιν καὶ τὸ ἅγιον», ἀλλὰ καὶ ὁ τούτου «λαός». εἴποι δ' ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε τούτου λαόν, δι' οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥω μαίων ἀρχόντων ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν. 8.2.105 ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς «ἐν κατακλυσμῷ καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς» ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ' ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις. 8.2.106 Τούτων δὲ περὶ τῶν συμβεβηκότων τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων πεπροφητευμένων, ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς διαθήκης θεσπίζεται. 8.2.107 τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων εἰρημένων, ἐπιλέγεται· καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν». 8.2.108 τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο, κατανοήσωμεν. ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. τοῦτό πως Ἰωάννης ὁ εὐαγγελιστὴς ἀκριβῶς ἐφιστῶσιν αὐτοῦ τῷ εὐαγγελίῳ παραστήσει. εἴη ἂν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. 8.2.109 πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται, καθ' ὃν χρόνον διδασκαλίαις παραδόξοις τε θεραπείαις τῆς θεότητος αὐτοῦ τὰς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησίν τε καὶ Ἰουδαίοις παρείχετο. 8.2.110 μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκός, τῶν ἐτῶν χρόνον· τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις συνῆν, «δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ», ὡς γοῦν αἱ Πράξεις τῶν ἀποστόλων περιέχουσιν, ὡς εἶναι ταύτην τὴν δηλουμένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ' ἣν ἐνεδυνάμωσεν «διαθήκην πολλοῖς», τὴν καινὴν δηλαδὴ διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων. 8.2.111 τίσιν δὲ «πολλοῖς» ταύτην ἐνεδυνάμωσεν ἢ 8.2.111 δηλονότι τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασιν; Πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ' ἣν ἐνεδυνάμωσεν τὴν δηλωθεῖσαν «διαθήκην τοῖς πολλοῖς», «ἐν τῷ ἡμίσει» ἤρθη «θυσία καὶ σπονδή», τό τε «βδέλυγμα τῆς ἐρημώσεως» ἤρξατο, 8.2.112 ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης, μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ' ὃν καιρὸν πέπονθεν, «τὸ καταπέτασμα τοῦ ναοῦ ἐρράγη ἀπὸ ἄνωθεν ἕως κάτω»· ὡς ἐξ ἐκείνου δυνάμει ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν