216
πινον, θεοῦ ῥημάτων τινὰ διδασκαλίαν γεγενῆσθαι τοῖς ἀν θρώποις παρὰ τῆς γραφῆς μεμαθήκαμεν οὔτε εἰς ποικίλας γλωσσῶν διαφορὰς διατμηθέντων ὅπως ἂν ἕκαστος φθέγγοιτο θεῖος ἐπεστάτησε νόμος· ἀλλὰ θελήσας ὁ θεὸς τοὺς ἀν θρώπους ἐν ἄλλαις γενέσθαι γλώσσαις ἀφῆκεν ὁδῷ τὴν φύσιν πορεύεσθαι κατὰ τὸ ἀρέσκον διαρθροῦσαν παρ' ἑκά στοις τὸν ἦχον πρὸς τὴν τῶν ὀνομάτων σαφήνειαν. 2.1.255 Ὁ τοίνυν Μωϋσῆς πολλαῖς ὕστερον γενεαῖς τῆς πυργο ποιΐας γενόμενος μιᾷ τῶν μετὰ ταῦτα κέχρηται γλώσσῃ ἱστορικῶς τὴν κοσμογένειαν ἡμῖν διηγούμενος καί τινας τῷ θεῷ προσάπτει φωνάς, τῇ ἑαυτοῦ γλώσσῃ καθ' ἣν πεπαί δευτό τε καὶ συνείθιστο ταῦτα διεξιὼν καὶ οὐκ ἐξαλλάσσων τὰς τοῦ θεοῦ φωνὰς ἀλλοιοτρόπῳ τινὶ καὶ ξενίζοντι φωνῆς χαρακτῆρι, ὥστε διὰ τοῦ ξένου τῆς συνηθείας καὶ παρηλ λαγμένου τῶν ὀνομάτων αὐτοῦ τοῦ θεοῦ εἶναι τὰς φωνὰς κατασκευάζειν, ἀλλὰ τῇ συνήθει χρώμενος γλώσσῃ ὁμοίως 2.1.256 τά τε ἑαυτοῦ καὶ τὰ τοῦ θεοῦ διεξέρχεται. φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο τοῖς Ἰσραηλίταις θαυματοποιηθῆναι, τὸ τὴν γλῶσσαν ταύτην ἀθρόως μετὰ τὴν Αἴγυπτον ἐνσχεδιασθῆναι τῷ ἔθνει. καί τις ἐστὶ τοῦ προφήτου λόγος τὸ τοιοῦτον πιστούμενος· ἐν γὰρ τῷ ἐξελθεῖν αὐτόν, φησίν, ἐξ Αἰγύπτου τότε γλῶσσαν 2.1.257 ἣν οὐκ ἔγνω ἤκουσεν. εἰ οὖν Ἑβραῖος μὲν Μωϋσῆς, τε λευταία δὲ τῶν ἄλλων ἡ τῶν Ἑβραίων φωνή, ὁ μετὰ τὴν τοῦ κόσμου σύστασιν τοσαύταις ἐτῶν χιλιάσιν ὕστερον γε γονὼς καὶ τῇ καθ' ἑαυτὸν φωνῇ τὰς τοῦ θεοῦ διηγούμενος ῥήσεις ἆρ' οὐχὶ σαφῶς διδάσκει τὸ μὴ τοιαύτην φωνὴν τὴν κατὰ ἄνθρωπον σχηματιζομένην ἀναγράφειν ἐπὶ τοῦ θεοῦ, ἀλλὰ ταῦτα μὲν λέγειν διὰ τὸ μηδὲ δυνατὸν εἶναι τὸ νοηθὲν ἑτέρως εἰπεῖν ἢ ἀνθρωπίναις φωναῖς, σημαίνειν δὲ διὰ τῶν λεγομένων θεοπρεπῆ τινα καὶ μεγαλοφυεστέραν διάνοιαν; 2.1.258 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι μεμαθή καμεν διὰ τοῦτο τὴν θείαν δύναμιν εἰς πολλὰς διεσχίσθαι φωνάς, ὡς ἂν μηδεὶς τῶν ἑτερογλωσσῶν ἀποστεροῖτο τῆς ὠφελείας· ὁ δὲ θεὸς πρὸ τῆς κτίσεως ἀνθρωπικῶς διε 2.1.259 λέγετο τίνα ὠφελεῖν μέλλων ἐκ τῆς τοιαύτης φωνῆς; τὸ μὲν γὰρ συνδιατίθεσθαι τῇ τῶν ἀκουόντων δυνάμει τὸν λόγον πρὸς τὸν τῆς ὠφελείας σκοπόν, οὐδὲν ἄν τις ἀνάξιον τῆς θείας εἶναι φιλανθρωπίας ὑποτυπήσειεν, ἐπεὶ καὶ Παῦλος ὁ μιμητὴς τοῦ κυρίου πρὸς τὰς τῶν ἀκουόντων ἕξεις οἶδεν ἁρμοδίως τὸν λόγον μεταχειρίζεσθαι, γάλα τοῖς νηπίοις γινόμενος καὶ στερεὰ τοῖς τελείοις τροφή· τὸ δὲ μηδενὸς κατορθουμένου σκοποῦ διὰ τῆς τοιαύτης τοῦ λόγου χρήσεως ἔπειτα κατασκευάζειν τοιάδε τινὰ ῥήματα τὸν θεὸν ἐφ' ἑαυτοῦ ῥαψῳδεῖν, οὐκ ὄντος τοῦ δεομένου τῆς διὰ τῶν τοιού των φωνῶν σημασίας, οὐκ οἶδα πῶς ἐστι μὴ καταγέλαστον 2.1.260 ἅμα καὶ βλάσφημον τὸ τοιοῦτον οἴεσθαι. οὔτε οὖν Ἑβραία τοῦ θεοῦ ἡ φωνὴ οὔτε καθ' ἕτερόν τινα τύπον τῶν ἐν τοῖς ἔθνεσι νενομισμένων προφερομένη· ἀλλ' ὅσοι τοῦ θεοῦ λόγοι παρὰ τοῦ Μωϋσέως ἢ τῶν προφητῶν ἐγράφησαν, ἐν δείξεις εἰσὶ τοῦ θείου θελήματος ἄλλως καὶ ἄλλως κατὰ τὴν ἀξίαν τῶν μετεχόντων τῆς χάριτος τῷ καθαρῷ τε καὶ 2.1.261 ἡγεμονικῷ τῶν ἁγίων ἐλλάμπουσαι. οὐκοῦν ἐφθέγγετο μὲν ὁ Μωϋσῆς ὡς ἐπεφύκει τε καὶ πεπαίδευτο, προσετίθει δὲ τῷ θεῷ τὰς φωνὰς ταύτας καθὼς εἴρηται πολλάκις διὰ τὸ νηπιῶδες τῶν ἄρτι τῇ θεογνωσίᾳ προσαγομένων πρὸς ἐναργῆ τε παράστασιν τοῦ θείου θελήματος καὶ ὡς ἂν εὐπειθεστέρους ἀπεργάσαιτο τοὺς ἀκούοντας τῇ ἀξιοπιστίᾳ τοῦ εἰρηκότος δυσωπουμένους. 2.1.262 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς 20ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος20-ὑπαλλάξας γὰρ τὴν ὕβριν εἰς εὐφημίαν τοῖς ἰδίοις αὐτὸν δεξιώσομαι. ἀλλ' 20αὐτὸν αὐτῷ μαρτυρεῖν τὸν Μωϋσέα20 διϊσχυρίζεται 20παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν δεδω ρῆσθαι τοῖς