1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

217

καὶ τὴν θυσίαν, καὶ τὸ «βδέλυγμα» τῆς ἐρημώσεως «ἐπὶ τὸ ἱερὸν» καταστῆναι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τόπον ἐφορώσης καὶ ἐπισκοπούσης δυνάμεως. 8.2.113 μέχρι γοῦν τοῦ σωτηρίου πάθους εἶναί τινα θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ «ἅγιον τῶν ἁγίων» ἡγεῖσθαι προσήκει. οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνήδρευεν ἐν τῷ ἱερῷ, τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι συνεστῶτα καὶ θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς. 8.2.114 ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ καὶ Συμεὼν ὁ ἐπὶ τὰς ἀγκάλας αὐτὸν βρέφος ἔτι ὄντα λαβών, οἳ καὶ προφητεύουσι τὰ ἀναγεγραμμένα. 8.2.115 οὐδ' ἂν αὐτὸς ὁ κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ «ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε τὴν θυσίαν, ἣν προσέταξεν Μωσῆς εἰς μαρτύριον αὐτοῖς», μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς ἐν ἁγίῳ καὶ θεοῦ ἀξίῳ τόπῳ, οὐδ' ἂν τοὺς ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγεν· «γέγραπται, ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν», καὶ αὖθις· «ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορείου», εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον. 8.2.116 ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσσεβείας, μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ» ὅλον δι' ὅλου μέσον ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν «θυσία καὶ σπονδή», ἧς ἀρθείσης καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολούθησεν τῷ τόπῳ. 8.2.117 Εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξεν τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ' οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῷ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα. 8.2.118 ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμούς, δι' οὓς καὶ ἔφασκεν ἡ προφητεία· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτὸς ὢν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιᾶς περιῄρητο. 8.2.119 ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον «καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία», τὰ τῆς παλαιᾶς διαθήκης περιῄρητο. πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν, μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὐτοῦ παρόδου, ᾗ «νυκτὶ» «παρεδίδοτο», τὰ σύμβολα τῶν κατ' αὐτὸν ἀπορρήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ' ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου «τὸ καταπέτασμα τοῦ ναοῦ» κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον. 8.2.120 ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο. 8.2.121 ∆έχου δὴ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας· «κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ