217
ἀνθρώποις τῶν τε ὀνομαζομένων καὶ τῶν ὀνομάτων τὴν χρῆσιν, καὶ τήν γε τῶν δεδομένων κλῆσιν ἀνωτέραν εἶναι τῆς τῶν χρω μένων γενέσεως20, οὑτωσὶ πάντα κατὰ λέξιν εἰπών. 2.1.263 εἰ μὲν οὖν ἴδιον κέκτηταί τινα Μωϋσέα, παρ' οὗ τὰ σοφὰ ταῦτα διδάσκεται, κἀκεῖθεν ὁρμώμενος τοῖς τοιούτοις ἐπι θαρσεῖ τῶν λόγων, ὅτι 20θεὸς διαθεσμοθετεῖ20, καθὼς οὗτός φησι, 20τῶν ἀνθρώπων τὰς ῥήσεις20, οὑτωσί τε κελεύων καὶ ἑτέρως ἀπαγορεύων τὰς ἐπὶ τῶν πραγμάτων κεῖσθαι φωνάς, κεχρήσθω πρὸς τὸ δοκοῦν τοῖς λήροις, σύμμαχον ἔχων τὸν κρυπτὸν Μωϋσέα. εἰ δὲ μόνος ἐστὶ Μωϋσῆς οὗ ἡ γραφὴ κοινὸν μάθημα τοῖς τὸν θεῖον λόγον πεπαιδευμένοις ἐστί, δεξόμεθα τὴν κατάγνωσιν, εἰ ὑπὸ τῶν 2.1.264 τοῦ Μωϋσέως ἐλεγχόμεθα λόγων. ποῦ τοίνυν τὸν περὶ ῥη μάτων τε καὶ ὀνομάτων εὕρατο νόμον, ἐπ' αὐτῶν ἐκθέσθω τῶν γεγραμμένων. κοσμογένεια καὶ τῶν καθεξῆς ἀνθρώ πων γενεαλογία καὶ πραγμάτων τινῶν ἱστορία καὶ ἡ ποικίλη νομοθεσία περί τε τῶν κατὰ τὴν λατρείαν καὶ τῶν κατὰ τὸν βίον παρατηρημάτων, ταῦτα τῆς Μωϋσέως γραφῆς τὰ κεφάλαια. εἰ δέ φησιν οὗτος εἶναί τινα ῥημάτων νομο θεσίαν, δειξάτω τὸν νόμον, κἀγὼ σιωπήσομαι· ἀλλ' οὐκ ἂν 2.1.265 εἰπεῖν ἔχοι. οὐ γὰρ ἂν τῶν ἐναργεστέρων ἀφέμενος ἀπο δείξεων ἐκεῖνα διεξῄει δι' ὧν καταγέλαστος μᾶλλον ἢ πιθανὸς δοκεῖ τοῖς ἀκούουσι. τὸ γὰρ οἴεσθαι τοῦτο εἶναι <τὸ> τῆς εὐσεβείας κεφάλαιον, τὸ ῥημάτων εὕρεσιν προσ μαρτυρεῖν τῷ θεῷ, ᾧ μικρὸς εἰς εὐφημίαν ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ θαύματα, πῶς οὐ τῆς ἐσχάτης εὐηθείας ἐστὶ τῶν μεγάλων ἀφέμενον ἐκ τῶν ἀνθρωπίνων σεμνύνειν τὸ θεῖον; πρόσταγμα τῆς κτίσεως καθηγήσατο ῥηθὲν μὲν παρὰ τοῦ Μωϋσέως ἀνθρωπικῶς, θεοπρεπῶς δὲ γενόμενον. 2.1.266 τὸ τοίνυν ποιητικὸν τῶν θείᾳ δυνάμει συνεστηκότων θέλημα τοῦτο ῥημάτων διδασκαλίαν ὁ ἀκριβὴς ἐπιΐστωρ τῶν γραφῶν ἀποφαίνεται, καὶ ὥσπερ εἰπόντος τοῦ θεοῦ γενηθήτω ῥῆμα ἢ συστήτω λόγος ἢ τόδε τοιάνδε λαχέτω τὴν κλῆσιν οὗτος εἰς συνηγορίαν προβάλλεται τῶν ἰδίων ῥημάτων τὴν ὑπο στατικὴν τῆς κτίσεως ἐν τῷ θείῳ θελήματι κίνησιν, ὑπὸ πολλῆς προσοχῆς τῶν γραφῶν καὶ ἐμπειρίας οὐδὲ τοῦτο εἰδώς, ὅτι καὶ ὁρμὴ διανοίας φωνὴ πολλάκις παρὰ τῆς 2.1.267 γραφῆς ὀνομάζεται. καὶ τούτου μάρτυς Μωϋσῆς αὐτός, ὃν πολλαχῆ παρασύρων κατὰ τοῦτο τὸ μέρος ἠγνόησε. τίς γὰρ οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν καθωμιληκότων τῇ βίβλῳ, ὅτι κατεπλάγησαν μὲν ἀθρόως ἐν τῇ ἐρήμῳ τῶν Αἰγυπτίων τὴν ἔφοδον ὁ Ἰσραηλίτης λαός, ἄρτι τὴν Αἴγυπτον ἀπο δράσαντες, πανταχόθεν δὲ προφαινομένων αὐτοῖς τῶν δεινῶν, ἐκεῖθεν τῆς θαλάσσης ἀποτειχιζούσης τὴν πάροδον, κατόπιν τῶν πολεμίων τὴν φυγὴν κωλυόντων, συστάντες πρὸς τὸν προφήτην τῆς ἀμηχανίας ταύτης ἐκεῖνον ἐπῃτιῶντο· τοῦ δὲ παραμυθουμένου τοὺς κατεπτηχότας τῷ φόβῳ καὶ εἰς προ θυμίαν παραθαρσύνοντος γίνεται θεόθεν φωνὴ ὀνομαστὶ τὸν 2.1.268 προφήτην προσκαλουμένη· Τί βοᾷς πρός με; καίτοι γε πρὸ τῶν εἰρημένων οὐδεμιᾶς ὁ λόγος ἐπιμέμνηται Μωϋσέως φωνῆς, ἀλλ' ἡ πρὸς τὸν θεὸν τοῦ προφήτου διάνοια φωνή τις ὠνομάσθη κατὰ τὸ σιωπώμενον ἐν τῷ κρυπτῷ τῆς καρ δίας νοήματι βοωμένη. εἰ δὴ Μωϋσῆς βοᾷ μὴ φθεγγόμενος ὑπὸ μάρτυρι τῷ τῶν ἀλαλήτων στεναγμῶν ἐπαΐοντι, τί καινὸν εἰ καὶ τὸ θεῖον βούλημα γνοὺς ὁ προφήτης, ὡς δυνατὸν ἦν αὐτῷ τε εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι, διὰ τῶν γνωρίμων ἡμῖν καὶ συνήθων ἐφανέρωσε λόγων, διάλογον θεοῦ σωματικώτερον διαγράφων οὐ ῥήμασι γινόμενον, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν 2.1.269 ἐκφωνούμενον; Ἐν ἀρχῇ ἐποίησε, φησίν, ὁ θεὸς οὐ τὸ ὄνομα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εἶπε Γενηθήτω φῶς, οὐχὶ προσηγορία φωτός· Καὶ διακρίνας τὸ φῶς ἀπὸ τοῦ σκότους ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζε σθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς ἐξε τάσεως, ὡς ἂν ἰσχυρότερον ἡμῖν βεβαιωθείη τὸ δόγμα, μηδεμιᾶς ἀντιθέσεως ἀνεξετάστου