218
ταῦτα φωνῆς ἀθρόας λεγούσης· μεταβαίνομεν ἐντεῦθεν». ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι. 8.2.122 καὶ πάλιν ὁ αὐτός φησιν, Πιλάτον τὸν ἡγεμόνα αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰς Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, μεγίστην τε ταραχὴν θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι τοῖς Ἰουδαίοις. 8.2.123 αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν. 8.2.124 οὐ διέλιπον οὖν ἐκ τότε τὸ πᾶν ἔθνος καὶ τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις, ἕως τοῦ ὑστάτου κατ' αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ' ἣν παντοίοις «ἀφανισμοῖς» λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας, καταποντισμοῦ δίκην τοῦ κατ' αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οἱ κατασυστάντες τοῦ σωτῆρος ἡμῶν ἡβηδὸν ἐξεκόπησαν, ὅτε καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» «ἐπὶ τὸ ἱερὸν» ἔστη, ὃ καὶ εἰς δεῦρο διέμεινεν, ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον. 8.2.125 εἰκὸς δὲ καὶ ἐπιτείνειν αὐτὸ μέχρι τῆς τοῦ βίου συντελείας, κατὰ τὸν ὑπὸ τῆς προφητείας ἀποφανθέντα ὅρον, φήσαντα «καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν», 8.2.126 ἥντινα φωνὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπεσφραγίσατο εἰπών· «ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ, τότε γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς». 8.2.127 Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔχοιεν οἱ ἐκ περιτομῆς, ἐλεγκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὰς προρρήσεις ὡς ψευδεῖς, τὸ ὅσον ἐπ' αὐτοῖς, διαβάλλοντας, εἴ γε αἱ μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιορίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι, οἱ δὲ σχεδὸν ἤδη χιλιοστοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμᾶς ἐλαύνοντος οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολοθρευθέντος αὐτῶν τοῦ χρίσματος κατὰ τὴν θείαν πρόρρησιν καὶ τοῦ ἁγιάσματος αὐτῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ ἐκκοπέντων «ἐν κατακλυσμῷ» «πολέμου συντετμημένου ἀφανισμοῖς», καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου, λέγω δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς. 8.2.128 ὧν σαφῶς ὑπ' ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστιν τοὺς ἐκ περιτομῆς, οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γραφῶν ἀποτελέσματα. 8.2.129 ὃ καὶ πεπόνθασιν κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνήν, δι' ἧς ἐθέσπισεν αὐτοῖς, εἰπών· «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς». 8.2.130 Ἀλλ' ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο «οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν» τῇ αὐτοῦ χάριτι καὶ τῇ τοῦ πέμψαντος αὐτὸν πατέρος, ἡμεῖς τε κατὰ τὸ δυνατὸν τὰ φανέντα εἰς τοὺς τόπους εἰρήκαμεν, καὶ τὰ τῷ πρὸ ἡμῶν Ἀφρικανῷ εὐγνωμόνως δόξαντα παρεθήκαμεν, ἐχόμενα καὶ αὐτὰ ἀκριβείας, ὅθεν καὶ αὐτοῖς ὡς καλῶς ἔχουσι χρηστέον. 8.3.1 Ἀπὸ τοῦ Μιχαία. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου