218
παραλειφθείσης. Ἐκά λεσε, φησίν, ὁ θεὸς τὸ στερέωμα οὐρανὸν καὶ τὴν ξηρὰν ἐκάλεσε γῆν καὶ τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα. 2.1.270 πῶς οὖν, ἐροῦσι, τῆς γραφῆς ὁμολογούσης παρὰ τοῦ θεοῦ τεθεῖσθαι τούτοις τὰς κλήσεις ὑμεῖς ἀνθρωπίνης ἐπινοίας εἶναί φατε τὰ ὀνόματα; τί οὖν πρὸς ταῦτα ἡμεῖς; πάλιν ἐπὶ τὸν ἰδιώτην καταφεύγομεν λόγον καί φαμεν ὅτι ὁ πᾶσαν τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος ἀγαγὼν εἰς οὐσίαν πραγμάτων ἐστὶ δημιουργὸς ἐν ὑποστάσει θεωρουμένων, οὐκ ὀνομάτων ἀνυποστάτων ἐν φωνῆς ἤχῳ καὶ ψόφῳ γλώττης συνιστα μένων· τὰ δὲ πράγματα κατὰ τὴν ἐγκειμένην ἑκάστῳ φύσιν καὶ δύναμιν διά τινος σημαντικῆς φωνῆς ὀνομάζεται, κατὰ τὴν ἐπιχωριάζουσαν ἐν ἑκάστῳ [τῷ] ἔθνει συνήθειαν τῆς 2.1.271 προσηγορίας τοῖς ὑποκειμένοις ἁρμοζομένης. ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μέν ἐστι τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγ ματος ὄνομα (τὸ μὲν γάρ ἐστιν ἐκλαμπτικὸν καὶ καυστικὸν ξηρόν τε καὶ θερμαντικὸν καὶ ἀναλωτικὸν τῆς ὕλης ἧς ἂν περιδράξηται, τὸ δὲ ὄνομα φωνή τις βραχεῖα διὰ μιᾶς συλ λαβῆς ἐκφωνουμένη), τούτου ἕνεκεν ὁ διαιρῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς φθάσαντες εἴπομεν· καὶ οὐκ ἄν τις εἴποι ὄνομα μόνον ἐπιβεβλῆσθαι τῷ πυρί, ὅταν τις ἢ φανὸν ἢ ἀναλωτικὸν ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ· τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐγκειμένων δυνά 2.1.272 μεων σημαντικαί εἰσιν αἱ τοιαῦται φωναί. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος μιᾶς φύσεως ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινομένης ἴδιόν τι τῶν ἐν τῇ κτίσει ταύτῃ γινωσκομένων ἡ διαφορὰ τῶν ὀνο μάτων παρίστησιν, ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσηγορίας, ἕτερον δὲ διὰ 2.1.273 τοῦ στερεώματος. ὅταν μὲν γὰρ τὸ πέρας τῆς αἰσθητῆς κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ' ἣν ἡ νοητή τε καὶ ὑπερ κόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον στερέωμα λέγεται ἡ ἀρχή τε καὶ τὸ πέρας πάσης τῆς ὑλικῆς ὑποστάσεως· ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾧ πᾶσα ἡ ὑλικὴ περι κρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τὸν τῶν 2.1.274 ὁρατῶν πάντων ὅρον γινόμενον. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ξηρᾶς, ἐπειδὴ πρὸς δύο ταῦτα <τὰ> στοι χεῖα ἡ κατωφερής τε καὶ βαρεῖα φύσις διεμερίσθη, πρός τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ξηρᾶς προσηγορία διασταλτική πως τῆς ἀντιστοιχούσης ποιότητος· τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει ξηρὰ κατωνόμασται, ὅτε ἀποδυσα μένη θείῳ προστάγματι τὸ περικεχυμένον ὕδωρ ἐπὶ τῆς 2.1.275 ἰδίας ἐφάνη ποιότητος· τὸ δὲ τῆς γῆς ὄνομα οὐκέτι μιᾶς τινος τῶν περὶ αὐτὴν ποιοτήτων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπεριλαμβάνει διὰ τῆς ἐγκειμένης ἐμφάσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, οἷον τὸ ναστόν, τὸ πυκνόν, τὸ ἐμβριθές, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον. οὔκουν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ξηρὰ πρὸς τὸ τελευταῖον αὐτῇ ἐπιβληθὲν ὄνομα (οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ξηρὰ καὶ εἶναι καὶ λέγεσθαι), ἀλλὰ μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης ἑκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὕπεστι σημασία, ἡ μὲν ἀντιδιαιρετικὴ τῆς ἑτερογενοῦς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρου μένης δυνάμεως. 2.1.276 Οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τοῦ σκότους εὑρίσκομεν οὐ συλλα βῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δη μιουργούμενον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προση 2.1.277 γοριῶν τούτων ἐπιγινώσκομεν. λύεται κατὰ τὸ θέλημα τοῦ θεοῦ τῇ εἰσόδῳ τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν· τῆς δὲ γῆς ἐν τῷ μέσῳ περισχεθείσης καὶ τῇ πανταχόθεν τῶν ἑτεροφυῶν στοιχείων περιβολῇ ἑαυτὴν ἀνεχούσης, καθώς φησιν ὁ Ἰὼβ ὅτι Κρεμάζων γῆν ἐπὶ μηδενός, ἐπάναγκες ἦν