219
πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι' ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.» 8.3.2 εἶτα, μεθ' ἕτερα πλεῖστα μεταξύ, ἐπισυνάπτει λέγων· «ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· 8.3.3 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐ τῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες, οὐχὶ κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 8.3.4 καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. 8.3.5 καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα». 8.3.6 Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται. δέδεικται δὲ ὅπως οὐδ' ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὄρη Σιὼν ἐπικαλούμενα καὶ Ἱερουσαλήμ, τά τε ἐπὶ τούτων οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυσιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ, ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι· «ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ». 8.3.7 ὧν σαλευθέντων τῶν ἐκ περιτομῆς αἱ ψυχαί «κοιλάδες» ὀνομαζόμεναι διὰ τὸ ταπεινὸν αὐτῶν παραθέσει τῶν παλαιῶν ὑψωμάτων τὸν τῶν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει», διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι. 8.3.8 πάντα δὲ ταῦτά φησιν ἔσεσθαι «διὰ ἀσέβειαν οἴκου Ἰακὼβ καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ». τίς δ' ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία, προϊὼν ἑξῆς ἐπιλέγει· «οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις», ἐν οἷς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ' ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο, φήσαντες· «τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». 8.3.9 διὰ γοῦν, φησίν, αὐτὰ ταῦτα «ὡς ἀγρὸς Σιὼν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται», ἅπερ οὐδ' ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληφεν. 8.3.10 ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιὼν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ' οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ «ὡς ὀπωροφυλάκιον» τῆς ἐν αὐτῇ παλαιᾶς ὀπώρας διαφθαρείσης γέγονεν, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν