219
καθ' ἓν μέρος τοῦ φωτὸς διο δεύοντος ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὄγκῳ τῆς γῆς ὑπολειφθῆναί τινα διὰ τοῦ ἀποσκιάσματος μοῖραν τοῦ σκότους, τῆς δὲ ἀεικινήτου περιφορᾶς τοῦ πόλου συμπεριαγούσης ἑαυτῇ κατ' ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀπο σκιάσματος ἐπισυμβαίνοντα ζόφον τὴν ἐγκύκλιον ταύτην περίοδον τάξαι τὸν θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρο νικῆς παρατάσεως· τὸ δὲ μέτρον τοῦτο ἡμέρα ἐστὶ καὶ 2.1.278 νύξ. διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὸν ἐξ ἀντιφράξεως τῆς γῆς ἐπεισιόντα ζόφον χωρισμὸν φωτὸς καὶ σκότους ὠνόμασε καὶ τὴν ἀεὶ γινομένην περὶ τὸν περί γειον χῶρον τοῦ φωτὸς πρὸς τὸ σκότος ἔμμετρον διαδοχὴν ἡμέραν καὶ νύκτα προσεῖπεν. ὥστε οὐχὶ ἐπίκλητον τὸ φῶς ἡμέρα προσηγορεύθη, ἀλλ' ὥσπερ ἐγένετο φῶς καὶ οὐχὶ ψιλὴ προσηγορία φωτός, οὕτως καὶ τοῦ χρόνου τὸ μέτρον ἐγένετο, ἐπηκολούθησε δὲ τῷ μέτρῳ τὸ ὄνομα, οὐκ ἐν ῥημάτων ψόφῳ παρὰ τοῦ πεποιηκότος γενόμενον, ἀλλ' αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἐπισπασαμένης τὴν διὰ 2.1.279 τῆς φωνῆς σημασίαν. καὶ ὥσπερ εἰ τοῦτο σαφῶς εἴρητο παρὰ τοῦ νομοθέτου, ὅτι πᾶν τὸ φαινόμενον καὶ ὀνομαζό μενον οὐκ αὐτοφυές ἐστιν οὐδὲ ἀποίητον, ἀλλ' ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχει, ἀφ' ἑαυτῶν ἂν συνεθήκαμεν τὸ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ μέρη καὶ τὴν ἐνθεωρουμένην τάξιν καὶ τὴν γνωριστικὴν τῶν ὄντων δύναμιν τὸν θεὸν πεποιη κέναι, οὕτως καὶ δι' ὧν εἶπε πρὸς ταύτην ἐνάγει ἡμᾶς τὴν διάνοιαν, εἰς τὸ πιστεύειν τὸ μηδὲν τῶν ὄντων ἄναρχον εἶναι. καὶ πρὸς τοῦτο βλέπων ὁδῷ καὶ τάξει τὰ καθεξῆς διεξέρχεται, τὴν τῶν γεγονότων ἀκολουθίαν ἀπαριθμούμενος. 2.1.280 ταῦτα δὲ οὐκ ἦν ἄλλως παραστήσασθαι τῷ λόγῳ, μὴ διὰ τῶν γνωριστικῶν ὀνομάτων τὴν σημασίαν ποιούμενον. ἐπεὶ οὖν γέγραπται ὅτι Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, νοητέον ὅτι ἐποίησεν ὁ θεὸς ἐκ τοῦ φωτὸς ἡμέραν ἕτερόν τι οὖσαν κατὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης φωτὸς καὶ ἡμέρας λόγον, ἀλλὰ φῶς μὲν τὸ ἐκ τοῦ ἐναντίου πρὸς τὸ σκότος νοούμενον, ἡμέρα δὲ τὸ τοσόνδε τοῦ ἐν τῷ 2.1.281 φωτὶ διαστήματος μέτρον. ὡσαύτως καὶ νύκτα καὶ σκότος κατὰ τὴν αὐτὴν τοῦ λόγου διαίρεσιν κατανοήσεις, σκότος μὲν τὸ ἐξ ἐναντίου πρὸς τὸ φῶς νοούμενον ὁριζόμενος, νύκτα δὲ τὴν τοσήνδε τοῦ σκότους περιγραφὴν ὀνομάζων. οὐκοῦν ἔρρωται διὰ πάντων ὁ λόγος ἡμῖν, εἰ καὶ μὴ τεχνι κῶς κατὰ τὰ σχήματα τῆς διαλεκτικῆς συνηρώτηται, δεικνὺς ὅτι θεὸς πραγμάτων ἐστὶ δημιουργός, οὐ ῥημάτων ψιλῶν. οὐδὲ γὰρ ἐκείνου χάριν, ἀλλ' ἡμῶν ἕνεκεν ἐπίκειται τοῖς πράγμασι τὰ ὀνόματα. 2.1.282 ∆ιὰ γὰρ τὸ μὴ πάντοτε δυνατὸν ἡμῖν εἶναι πάντα ἐν ὀφθαλμοῖς ἔχειν τὰ ὄντα τὸ μέν τι τῶν ἀεὶ παρόντων γινώ σκομεν, τὸ δὲ τῇ μνήμῃ ἐναπογράφομεν. ἄλλως δὲ οὐκ ἔστιν ἀσύγχυτον φυλαχθῆναι ἡμῖν τὴν μνήμην, μὴ τῆς τῶν ὀνομάτων σημασίας διαστελλούσης ἀπ' ἀλλήλων τὰ ἐναποκείμενα τῇ διανοίᾳ πράγματα. θεῷ δὲ πάντα πάρ εστι καὶ οὐδὲν δεῖ μνήμης αὐτῷ, πάντων τῇ διορατικῇ 2.1.283 δυνάμει περικρατουμένων τε καὶ θεωρουμένων. τίς οὖν ἐπ' αὐτοῦ χρεία ῥήματος ἢ ὀνόματος, αὐτῆς τῆς ἐν αὐτῷ σοφίας τε καὶ δυνάμεως ἀσύγχυτόν τε καὶ διακεκριμένην τὴν τῶν ὄντων φύσιν περιεχούσης; οὐκοῦν παρὰ θεοῦ μὲν τὰ ὄντα καὶ ὑφεστῶτα πάντα, τῆς δὲ ἡμετέρας ἕνεκεν ὁδηγίας ἔπεστι τοῖς οὖσι τὰ σημειωτικὰ τῶν πραγμάτων ὀνόματα. ταῦτα δὲ κατὰ τὸ ἀρέσκον ταῖς τῶν ἀνθρώπων συνηθείαις γίνεσθαί τις εἰπὼν οὐδὲν εἰς τὸν τῆς προνοίας πλημμελήσει λόγον. οὐ γὰρ τὴν φύσιν τῶν ὄντων γίνεσθαι 2.1.284 παρ' ἡμῶν, ἀλλὰ τὰ ὀνόματα λέγομεν. ἄλλως ὀνομάζει τὸν οὐρανὸν ὁ Ἑβραῖος καὶ ἑτέρως ὁ Χαναναῖος, νοεῖ δὲ ὡσαύτως ἑκάτερος, οὐδὲν τῇ διαφορᾷ τῶν φθόγγων περὶ τὴν κατανόησιν τοῦ ὑποκειμένου διαμφιβάλλοντες. ἡ δὲ λίαν εὐλαβὴς τῶν σοφῶν τούτων ἐθελοθρησκεία, δι' ὧν, εἰ δοθείη παρὰ ἀνθρώπων εἶναι τοῖς πράγμασι τὰς φωνάς, τὸ 20ἀρχηγικωτέρους20 εἶναι τοῦ θεοῦ τοὺς ἀνθρώπους κατασκευάζει, ἐλέγχεται ματαία τις οὖσα καὶ ἀνυπόστατος καὶ δι' αὐτοῦ τοῦ κατὰ