1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

220

Ἑβραικὴν ἀνάγνωσιν. 8.3.11 ὁ γοῦν Ἀκύλας φησίν· «διὰ τοῦτο χάριν ὑμῶν Σιὼν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογηθήσεται». ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ' ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα. 8.3.12 καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους. ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων, καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη. 8.3.13 ἐφ' ᾧ μυρία πλήθη λαῶν ἔθνη τε παντοῖα, τῶν πατρίων ἀποστάντα θεῶν καὶ τῆς παλαιᾶς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων θεὸν ἀνακαλεῖται. 8.3.14 διὸ καὶ κατηξίωται τῆς βαθυτάτης εἰρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι μηδὲ βασιλείας κατὰ τόπους, μηδὲ «ἔθνος ἐπ' ἔθνος ῥομφαίαν» αἴρειν, μηδ' ὡς τὸ πρὶν πολέμοις τοῖς κατ' ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ τῶν γεωργῶν ἕκαστον «ὑποκάτω ἀμπέλου» καὶ «ὑποκάτω συκῆς αὐτοῦ», μηδενὸς ἐκφοβοῦντος αὐτούς, κατὰ τὴν προφητείαν. 8.3.15 ὧν οὕτως οὐδ' ἄλλοτέ πω ἐξ αἰῶνος πρότερον ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτησιν, ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν καὶ εἰς δεῦρο, συντελουμένων, ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας. 8.4.1 Ἀπὸ τοῦ Ζαχαρίου. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.» 8.4.2 καὶ μεθ' ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει· «χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν δι' ἐκβολὰς γῆς.» 8.4.3 Ταῦτα περὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦν ὁ λόγος, μεθ' ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλήμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι' αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ, δι' αἰνιγμάτων μὲν ἐν οἷς φησιν· «διάνοιξον ὁ Λίβανος τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου». 8.4.4 Ταῦτα μὲν δι' αἰνιγμάτων. τὴν δὲ τούτων ἑρμηνείαν ἀνακαλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων· «ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόπυλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.» 8.4.5 καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴ οἴκου ∆αβὶδ καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ