220
τὸν Μωϋσέα μνημονευθέντος ἡμῖν 2.1.285 ὑποδείγματος. αὐτῷ γὰρ τῷ Μωϋσῇ τίς ἔθετο τὴν προσ ηγορίαν; οὐχ ἡ θυγάτηρ τοῦ Φαραὼ ἐκ τοῦ συμβάντος ἐπονομάσασα; Μωϋσῆς γὰρ τὸ ὕδωρ λέγεται τῇ τῶν Αἰγυπτίων φωνῇ. ἐπεὶ οὖν κατὰ τὸ πρόσταγμα τοῦ τυράννου κιβωτῷ τὸ βρέφος ἐνθέντες οἱ γεννησάμενοι τοῖς ῥείθροις ἔδωκαν (οὕτω γάρ τινες τῶν ἱστορικῶν τὰ κατ' αὐτὸν διη γήσαντο), ἡ δὲ κατὰ θεῖον βούλημα ὑπὸ τῆς δίνης τῶν ὑδάτων ἐκκυμανθεῖσα προσηνέχθη τῇ ὄχθῃ καὶ εὕρημα τῆς βασιλίδος κατ' ἐκεῖνο τῷ λουτρῷ τὸ σῶμα φαιδρυνομένης ἐγένετο, ὡς ἐξ ὕδατος αὐτῇ τοῦ παιδὸς κτηθέντος μνημό συνον τῆς συντυχίας λέγεται τῷ παιδὶ θέσθαι τὸ ὄνομα, ᾧ καὶ αὐτὸς ὁ θεὸς ἐπὶ τοῦ θεράποντος κεχρῆσθαι οὐ παρῃ τήσατο, οὐδὲ ἀνάξιον ἔκρινε τὴν τῆς βαρβάρου κλῆσιν ἐπὶ 2.1.286 τοῦ προφήτου κυρίαν ἐᾶσαι. οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη· εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴν ἑρμηνείαν εἰς Ἑλλάδα φωνὴν μετα-2.1.287 ληφθεῖσαν οἱ τὰ τοιαῦτα νενοηκότες διδάσκουσι. καὶ τὸν Φαρὲς ἡ μαῖα πάλιν ἐκ τοῦ περὶ τὸν τόκον συμβάντος ὠνόμασε, καὶ οὐδεὶς κατὰ Εὐνόμιον ὡς 20ἀρχηγικωτέραν20 αὐτὴν τῆς τοῦ θεοῦ ἐξουσίας ἐζηλοτύπησεν. ἀλλὰ καὶ τοῖς πατριάρχαις αἱ μητέρες τὰ ὀνόματα τίθενται, Ῥουβὶμ καὶ Συμεὼν καὶ Λευῒ καὶ τοῖς καθεξῆς πᾶσιν ὁμοίως, καὶ οὐδεὶς κατὰ τὸν νῦν λογογράφον ἐν τοῖς τότε χρόνοις τῆς θείας προνοίας 20κηδεμὼν20 ἀνεφάνη, ὥστε κωλῦσαι διὰ τῆς τῶν ὀνομάτων θέσεως 20ἀρχηγικώτερα20 τοῦ θεοῦ 2.1.288 γενέσθαι τὰ γύναια. τί δ' ἄν τις τὰ καθ' ἕκαστον ἐκ τῆς ἱστορίας λέγοι, ὕδωρ ἀντιλογίας καὶ τόπον πένθους καὶ βουνὸν ἀκροβυστιῶν καὶ φάραγγα βότρυος καὶ ἀγρὸν αἵματος καὶ τὰ τοιαῦτα πάντα τῶν ὀνομάτων τεθέντα μὲν παρὰ τῶν ἀνθρώπων, μνημονευόμενα δὲ πολλάκις καὶ ἐκ προσώπου θεοῦ, δι' ὧν ἔστι μαθεῖν ὡς οὔτε ὑπὲρ τὴν ἀνθρωπίνην ἀξίαν ἐστὶν ἡ διὰ ῥημάτων γινομένη κατὰ τῶν πραγμάτων σημείωσις οὔτε ἡ τῆς θείας φύσεως δύναμις διὰ τούτων τὴν μαρτυρίαν ἔχει. 2.1.289 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμά των ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχωρεῖν τοῖς ματαίοις. τίς γὰρ οὕτως ἄφροντις τῶν σπουδαιοτέρων φροντίδων, ὥστε τοῖς ἀνοήτοις τῶν λόγων προσαναλίσκειν τὴν σπουδὴν καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας ὅτι 20ἀρχηγικωτέραν μὲν καὶ κυριωτέραν20 ἀποφαίνομεν 20τὴν τῶν ἀνθρώπων φροντίδα τῆς τοῦ θεοῦ κη δεμονίας, τὴν δὲ τοῖς ἀμελεστέροις ἐνοχλοῦ σαν ὀλιγωρίαν εἰς20 τὴν 20ἐκείνου20 μεταφέρομεν 20πρό 2.1.290 νοιαν20; ταῦτα ἐπὶ λέξεως ἡ τοῦ διαβάλλοντος ἡμᾶς ἔχει φωνή. ἐγὼ δὲ ἴσον ἡγοῦμαι περί τε τὰ τοιαῦτα σπου δάζειν καὶ γρᾳδίων ὀνείροις ἀποσχολάζειν. τὸ γὰρ ἐν τύπῳ φθόγγων τινῶν οἴεσθαι τῇ θείᾳ φύσει τὸ τῆς ἀρχῆς καὶ κυριότητος ἀξίωμα διαφολάσσειν καὶ τὴν μεγάλην 20τοῦ θεοῦ κηδεμονίαν20 ἐν τούτῳ δεικνύειν ἀμελεῖν τε πάλιν τὸν θεὸν καὶ ὀλιγωρεῖν τῆς προσηκούσης αὐτῷ προνοίας ἡμᾶς τε διαβάλλειν, ὅτι τὴν λογικὴν δύναμιν παρὰ τοῦ θεοῦ λαβόντες οἱ ἄνθρωποι ἔπειτα κατ' ἐξουσίαν τοῖς λό γοις πρὸς τὴν τῶν πραγμάτων δήλωσιν κέχρηνται, τί ἄλλο ἢ οὐχὶ γραώδης μῦθος ἢ κραιπαλώντων ὄνειρος τὸ τοιοῦτόν 2.1.291 ἐστιν; ἡ γὰρ ἀληθὴς τοῦ θεοῦ δύναμίς τε καὶ ἐξουσία καὶ ἀρχὴ καὶ κυριότης κατά γε τὸν ἡμέτερον λόγον οὐκ ἐν συλλαβαῖς τὸ εἶναι ἔχει, ἢ οὕτως ἂν εἰς ὁμότιμον ἔλθοι τῷ θεῷ πᾶς ὁστισοῦν εὑρετὴς ῥημάτων γενόμενος, ἀλλ' αἰῶνες ἄπειροι καὶ κόσμου κάλλη καὶ φωστήρων αὐγαὶ καὶ τὰ ἐπὶ γῆς καὶ θαλάττης θαύματα ἀγγέλων τε στρα τιαὶ καὶ ὑπερκόσμιοι δυνάμεις καὶ εἴ τι ἄλλο κατὰ τὴν ἄνω λῆξιν παρὰ τῆς γραφῆς εἶναι δι' αἰνιγμάτων ἀκούομεν, ταῦτά ἐστι τὰ μαρτυροῦντα τῷ θεῷ ὑπὲρ πάντα δύναμιν. 2.1.292 φωνῆς δὲ ἦχον τοῖς πεφυκόσι φθέγγεσθαι μαρτυρῶν τις οὐδὲν εἰς τὸν δεδωκότα τὴν φωνὴν ἀσεβήσει. οὐδὲ γὰρ μέγα τι τοῦτο οἰόμεθα τὸ σημαντικὰς τῶν πραγμάτων ἐξευρίσκειν φωνάς. ᾧ γὰρ ἡ γραφὴ κατὰ τὴν ἱστορικὴν κοσμογένειαν