221
τοῦ Συμεὼν καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. πᾶσαι αἱ ὑπολελειμμέναι φυλαί, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς.» 8.4.6 Καὶ πάλιν μεθ' ἕτερα τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει, λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.» 8.4.7 Εἶτα μεθ' ἕτερα τὰ μεταξύ φησιν· «καὶ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». 8.4.8 καὶ αὖθις μεθ' ἕτερα, περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει· «καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.» 8.4.9 Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ∆αρείου Περσῶν βασιλεύοντος, προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθεν. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τῆς ∆αρείου τοῦ Πέρσου βασιλείας καὶ ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἑξήκοντα δύο τὰς ἐν τῷ ∆ανιὴλ φερομένας ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις καθ' ἣν ὁ Ζαχαρίας προφητεύει, 8.4.10 οὔτε δὲ ἐπὶ Μακεδόνων, ἀπὸ Ἀλεξάνδρου καὶ μέχρις Αὐγούστου παραταθείσης ..., τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον. 8.4.11 πότε γὰρ κατ' ἐκείνους τοὺς χρόνους, τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου κυρίου ἀνθρώποις ἐπιστάντος, ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ' αὐτὸν καταπέφευγεν καὶ γέγονεν αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, «ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους «Ἐφραῒμ» ὀνομαζομένου καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν «ἅρματα» καὶ «ἵππον» ἐπικαλουμένην ἐξολόθρευσεν, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλεν; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», «καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν». 8.4.12 ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ' ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ «καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν». 8.4.13 ἀνθ' οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν», ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου βασιλείας συνίσταται καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυαρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης. 8.4.14 τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰουδαίων βασιλεύς, ὡς ἄρξαι αὐτὸν «ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ