221
ἀνθρώπου ὄνομα τῷ καθ' ἡμᾶς ἔθετο πλάσ ματι, τοῦτον ὁ Ἰὼβ βροτὸν ὀνομάζει καί τινες τῶν ἔξωθεν φῶτα καὶ μέροπα ἕτεροι, ἵνα ἐάσω τὰς κατὰ ἔθνος τοῦ 2.1.293 ὀνόματος τούτου διαφοράς. ἆρ' οὖν εἰς ἴσον ἄγομεν τῷ θεῷ καὶ τὰς ἐκείνων τιμάς, ὅτι ἰσοδυναμούσας τῇ τοῦ ἀν θρώπου προσηγορίᾳ κἀκεῖνοί τινας ἐξεῦρον φωνάς, δι' ὧν ὁμοίως δηλοῦται τὸ ὑποκείμενον; ἀλλὰ ταύτην μὲν τὴν ματαιολογίαν ἐατέον ἡμῖν, καθὼς προεῖπον, καὶ τὰς ἐφεξῆς λοιδορίας ἐν οὐδενὸς μέρει θετέον, ἐν αἷς 20καταψεύδε σθαι τῶν θείων20 ἡμᾶς 20λογίων20 φησί, 20καὶ κατὰ πᾶσαν ἄδειαν συκοφαντεῖν τά τε ἄλλα πάντα καὶ αὐτὸν τὸν θεόν20. μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. 2.1.294 Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. "1παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρῆσιν παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν φύσιν τῆς θεότητος τοῖς ἀνθρώποις παραδηλῶν ἰδιώμασί τισι τοῖς θεωρουμένοις περὶ αὐτὸν ἀποσημαίνει ταύτην, θύραν ἑαυτὸν λέγων καὶ ἄρτον καὶ 2.1.295 ὁδὸν καὶ ἄμπελον καὶ ποιμένα καὶ φῶς."2 τὰ μὲν οὖν ἐφ' ὕβρει ῥηθέντα καθ' ἡμῶν παρ' αὐτοῦ ἐπὶ τούτοις (οὕτω γὰρ αὐτὸν ἡ διαλεκτικὴ μάχεσθαι τοῖς ἀντιλέγουσιν ἐδι δάξατο), παριδεῖν οἶμαι πρέπειν καὶ μηδὲν πρὸς τὰς μειρα κιώδεις ἀνοίας ὑποταράσσεσθαι. ἀλλὰ τὸ δριμὺ τοῦτο καὶ ἄφυκτον ῥῆμα κατεξετάσωμεν, ὅπερ εἰς ἀνατροπὴν τοῦ καθ' ἡμᾶς προτείνεται λόγου. 20τίς20, φησί, 20τῶν ἁγίων ἐστὶν ὃς κατ' ἐπίνοιαν λέγεσθαι τῷ κυρίῳ ταῦτα 2.1.296 μαρτυρεῖ τὰ ὀνόματα20; τίς δὲ ἀπαγορεύει, πρὸς αὐτὸν εἴποιμι ἄν, βλάσφημον εἶναι κρίνων τὸ ἐν ἐπινοίᾳ θεωρεῖν τῶν ὀνομάτων τὴν χρῆσιν; εἰ γὰρ τὸ μὴ εἰρῆσθαι τοῦ κεκωλῦσθαι λέγει τεκμήριον εἶναι, καὶ τὸ μὴ κεκωλῦσθαι τοῦ συγκεχωρῆσθαι σημεῖον εἶναι πάντως συνθήσεται. ὀνο μάζεται τοῖς ὀνόμασι τούτοις ὁ κύριος, ἢ καὶ περὶ τούτων ἔξαρνος ὁ Εὐνόμιος γίνεται; ἀλλ' εἰ μὲν ἀρνεῖται τὸ λέ γεσθαι ταύτας ἐπὶ Χριστοῦ τὰς φωνάς, ἀμαχητὶ κεκρατή 2.1.297 καμεν. τίς γὰρ ἂν περιφανεστέρα γένοιτο νίκη τοῦ δεῖξαι φανερῶς θεομαχοῦντα τὸν ἀντικείμενον διὰ τοῦ τὰς θείας τοῦ εὐαγγελίου φωνὰς παραγράφεσθαι; εἰ δὲ ἀληθῶς ὁμο λογεῖ ταῦτα τὸν Χριστὸν ὀνομάζεσθαι, λεγέτω τὸν τρόπον καθ' ὃν εὐσεβῶς ἐφαρμόζεται τῷ μονογενεῖ τὰ ὀνό ματα. μὴ τῆς φύσεως αὐτοῦ τὸν λίθον ἐνδεικτικὸν διορί ζεται; μὴ τὴν οὐσίαν αὐτοῦ διὰ τῆς ἀξίνης ἐνόησεν; μὴ διὰ τῆς θύρας ἡ τῆς θεότητος τοῦ μονογενοῦς ἰδιότης σημαίνεται ἢ δι' ἑκάστου τῶν ἄλλων, ἵνα μὴ πολὺν ἐπά γωμεν ὄχλον τῷ λόγῳ πάντα καταλέγοντες τὰ ὀνόματα; 2.1.298 οὐ φύσις τοῦ μονογενοῦς ἕκαστον τούτων τῶν ὀνομάτων ἐστίν, οὐ θεότης, οὐκ οὐσίας ἰδίωμα, ἀλλὰ μὴν ὀνομάζεται ταῦτα καὶ ἡ κλῆσις τὸ κύριον ἔχει. οὐδὲν γὰρ ἀργὸν καὶ ἀσήμαντον ἐν ταῖς θείαις φωναῖς εὐαγές ἐστιν οἴεσθαι. οὐκοῦν εἰπάτω τὸν λόγον, εἰ ἀθετεῖ τὸ κατ' ἐπίνοιαν λέ γεσθαι, πόθεν ἐφαρμόζεται ταῦτα τῷ θεῷ τὰ ὀνόματα. ἡμεῖς μὲν γὰρ τοῦτό φαμεν, ὅτι πολυειδῶς τοῦ κυρίου τῆς ἀνθρωπίνης προνοοῦντος ζωῆς ἕκαστον εὐεργεσίας εἶδος δι' ἑκάστου τῶν τοιούτων ὀνομάτων καταλλήλως γνωρίζεται, τῆς ἐνθεωρουμένης αὐτῷ προνοίας τε καὶ ἐνεργείας εἰς 2.1.299 ὀνόματος τύπον μεταβαινούσης. τὸ δὲ τοιοῦτον ὄνομα παρ' ἡμῶν "1ἐπινοίᾳ"2 λέγεται ὀνομάζεσθαι. εἰ δὲ μὴ τοῦτο φίλον τοῖς ἀντιλέγουσιν, ὅπως ἄν τῳ δοκῇ ἐχέτω. ἀλλ' ἀντιλέγει τοῖς λεγομένοις ὁ τῶν γραφικῶν αἰνιγμάτων ἀνή 2.1.300 κοος. εἰ γὰρ πεπαίδευτο τὰς θείας φωνάς, ἔγνω πάντως ἂν ὅτι καὶ κατάρα καὶ ἁμαρτία καὶ παροιστρῶσα δάμαλις καὶ σκύμνος λέοντος καὶ ἄρκτος ἀπορουμένη καὶ πάρδαλις καὶ τὰ τοιαῦτα κατὰ διαφόρους ἐπινοίας παρὰ τῆς γραφῆς ὁ κύριος λέγεται, τῶν ἁγίων τε καὶ θεοφόρων ἀνδρῶν τὸν σκοπὸν τοῦ νοήματος πρὸς ὃν ἀφεώρων εὐθυβόλως τοῖς ὀνόμασι τούτοις διατρανούντων, εἰ καὶ διαβεβλῆσθαι ταῦτα δοκεῖ πως κατὰ τὴν πρόχειρον ἔνδειξιν τὰ ὀνόματα· ἅπερ ἕκαστον εἰ μὴ κατά τινά τις ἐπίνοιαν εὐαγῶς ἐπιλέγεσθαι τῷ θεῷ συγχωρήσειεν, οὐ καθαρεύσει τῆς ἀσεβεστέρας ὑπο 2.1.301 νοίας ἡ λέξις. καὶ μακρὸν ἂν εἴη περὶ πάντων παριστᾶν τε καὶ ἀποδεικνύειν πῶς ταῦτα καὶ