222
διαβέβληται κατὰ τὴν κοινὴν ὑπόληψιν ἐκ τῆς προχείρου ἐμφάσεως καὶ ὁ τῆς ἐπι νοίας λόγος οἰκειοῖ τῇ εὐσεβείᾳ τοῦ θεοῦ τὰ ὀνόματα. 2.1.302 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι τῶν καθωμιληκότων ταῖς θεοπνεύστοις γραφαῖς ταῦτα μὴ λέγε σθαι. τί οὖν; ἆρ' αὐτῆς τῆς φύσεως σημαντικὰς τὰς φωνὰς διορίζεται; οὐκοῦν πολυειδῆ τινά φησι τὴν θείαν φύσιν καὶ πολυσύνθετον, κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς 2.1.303 ὀνόμασι σημαινομένων τὸ ποικίλον ἐνδεικνυμένην. οὐ γὰρ ἡ αὐτὴ τοῦ ἄρτου καὶ τοῦ λέοντος ἡ σημασία οὐδὲ θύρας τε καὶ δαμάλεως οὐδὲ ἀξίνης καὶ ὕδατος, ἀλλ' ἑκάστου τῶν ὀνομάτων ἴδιον ἔστιν ὁρισμὸν ἀποδοῦναι κατ' οὐδὲν ἐπικοι νωνοῦντα τοῖς ἄλλοις. οὐκοῦν φύσιν μὲν οὐ σημαίνουσιν, ἄκυρον δέ τις καὶ ἀσήμαντον εἰπεῖν τὴν κλῆσιν τῶν ὀνο 2.1.304 μάτων οὐκ ἂν τολμήσειεν. εἰ τοίνυν λέγεται μέν, οὐ κατὰ φύσιν δέ, πᾶν δὲ τὸ παρὰ τῆς γραφῆς λεγόμενον κύριον πάντως ἐστὶ καὶ προσφυῶς ἐπιλέγεται, τίς ἕτερος ὑπολεί πεται λόγος τοῦ ἁρμοζόντως τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας τετάχθαι φωνὰς πλὴν τοῦ κατ' ἐπίνοιαν τρόπου; δῆλον γὰρ ὅτι πρὸς τὸ ποικίλον τῶν ἐνεργειῶν κατὰ διαφόρους σημασίας ὀνοματοποιεῖται τὸ θεῖον, ὅπως ἂν νοήσωμεν, οὕτως ὀνο μαζόμενον. τί οὖν λυμαίνεται τοῖς εὐσεβεστέροις νοήμασιν ἡ τοῦ νοῦ ἡμῶν πρὸς τὴν κατανόησιν τῶν γινομένων συν εργία, ἣν ἡμεῖς μὲν ἐπίνοιαν λέγομεν, εἰ δέ τις ἕτερόν τι 2.1.305 καλεῖν ἐθέλοι, οὐ διοισόμεθα; ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι 20ταῦτα δι' ἐπι νοίας ἀνθρωπίνης ἐστὶ τὰ ὀνόματα καὶ κατ' ἐπίνοιαν λέγεταί τινων, ἃ οὐδεὶς ἀποστόλων οὐδὲ εὐαγγελιστῶν ἐδίδαξε20. καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν, τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα γλώσσῃ τὴν δυσώδη πάλιν καθ' 2.1.306 ἡμῶν λοιδορίαν ἐκπτύων. 20τὸ γάρ τοι20, φησί, 20τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρω πίνην ἐπίνοιαν, ψυχῆς ἔργον τὸν μὲν ἐρρωμένον νοῦν κατὰ δίκην παρῃρημένης, ἀρρώστῳ δὲ δια νοίᾳ καὶ πεφωρημένῃ τινὶ συνηθείᾳ τοὺς τοῦ κυρίου λόγους ἐπισκοπούσης20. βαβαὶ τῆς διαλε κτικῆς ἀποδείξεως, ὡς τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὸν 2.1.307 σκοπὸν συμπεραίνεται. τίς ἂν ἔτι συσταίη τῷ κατ' ἐπί νοιαν λόγῳ, τοσαύτης ὀσμῆς ἐκ τοῦ στόματος αὐτοῦ τοῖς ἐπιχειροῦσί τι λέγειν προχεομένης; ἆρ' οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως, ὡς ἂν μὴ καὶ καθ' ἡμῶν τὴν ἀμάραν ταύτην τῆς λοιδορίας 2.1.308 ὑποκινήσειεν; ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπιώδεις παραφροσύνας ἀντιτραχύνεσθαι; οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ κεχρῆσθαι πρὸς τὸ δοκοῦν τῷ τρόπῳ. ἐπανα ληπτέον δὲ τὸν ἐκείνου λόγον, ὡς ἂν κἀκεῖθεν γένοιτο συμμαχία πρὸς τὴν ἀλήθειαν. 2.1.309 20Ἀναλογίας20 ἐμνήσθη καὶ τὴν ἐκ ταύτης ὁμω νυμίαν ἐνόησε. πόθεν ταῦτα μαθὼν καὶ παρὰ τίνος τὰ ῥήματα; Μωϋσῆς οὐκ εἶπε, προφητῶν καὶ ἀποστόλων οὐκ ἤκουσεν, εὐαγγελισταὶ τὰς τοιαύτας φωνὰς σεσιγήκασιν· οὐδεμιᾶς ἔστι γραφῆς ταῦτα διδασκούσης μαθεῖν. πόθεν οὖν αὐτῷ τὸ οὕτως εἰπεῖν; ἆρ' οὐχὶ τῆς τοῦ εἰπόντος δια νοίας εὕρημα ὁ τοιοῦτος λόγος ἐστὶν ὁ τὴν ποιὰν τοῦ νοή ματος σημασίαν ἀναλογίαν προσαγορεύων; πῶς οὖν οὐ συνίησιν οἷς πολεμεῖ, τούτοις συμμάχοις πρὸς τὸν πόλεμον 2.1.310 χρώμενος; πολεμεῖ δὲ τῷ κατ' ἐπίνοιαν λόγῳ αὐτὸς διὰ τῶν τῆς ἐπινοίας λόγων τὸ μὴ δεῖν κατ' ἐπίνοιάν τι λέγειν κατασκευάζων. ἀλλ' 20οὐδείς20, φησί, 20τοῦτο τῶν ἁγίων ἐδίδαξεν20. σὺ δὲ εἰς τίνα τῶν ἀρχαίων ἀναφέρειν ἔχεις τὴν τῆς 20ἀγεννησίας20 φωνὴν καὶ ὅτι αὐτῆς κατηγορεῖται τὸ ὄνομα τοῦ θεοῦ τῆς οὐσίας, 20μᾶλλον δὲ αὐτό ἐστι 2.1.311 τὸ ἀγέννητον ἡ οὐσία20; ἢ σοὶ μὲν ἔξεστιν ἐν οἷς ἂν μέλλῃ τι τῶν ἀσεβῶν συμπεραίνεσθαι καινοτομεῖν τε καὶ παρευρίσκειν τὰς ἀρεσκούσας φωνάς, εἰ δέ τι πρὸς τὴν τῆς ἀσεβείας καθαίρεσιν παρ' ἑτέρου λέγοιτο, παραιρεῖσθαι τῆς ἐξουσίας