223
φυλήν, «φυλὴ οἴκου ∆αβὶδ καθ' ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς», καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ' αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἱ οἰκίαι, καὶ αἱ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσιν τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσιν παρετάξατο ἐν αὐτοῖς; ἢ πότε ἔστησαν «οἱ πόδες αὐτοῦ» «ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν»; ἢ πότε γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον»; ταῦτα γὰρ οὐδ' ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ' οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται. 8.4.25 Ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ», τοῦτ' ἔστιν τοῦ θεοσεβοῦς πολιτεύματος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προφητείαν, «τὴν ἑορτὴν τῆς σκηνοπηγίας» ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὐτῶν ἐφ' ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ' ἂν αὗται αἱ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ. 8.4.26 ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ' ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης, εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῷ ἐπιτελεῖν. 8.4.27 ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσιν προαναφωνηθέντα καθ' ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοῦ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται, τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι ὁμολογεῖν, τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ' ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων; 8.5.1 Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας». 8.5.2 καὶ ἑξῆς μετὰ πλεῖστα δι' αἰνιγμάτων εἰρημένα ἐπιλέγεται· «τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι κύριον τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.» 8.5.3 Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ' ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ' ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις