223
τὸν ἀντιλέγοντα; μεγάλης τἂν εἴης τυραννίδος ἐπειλημμένος, εἰ ταύτην σεαυτῷ τὴν ἐξουσίαν κρατύνειας, ὡς ἅπερ ἐπὶ τῶν ἄλλων κωλύεις, σοὶ ταῦτα ποιεῖν ἐξεῖναι μόνῳ καὶ ἅπερ αὐτὸς κατ' ἐξουσίαν τολμᾷς, τούτων ἀπείρ 2.1.312 γειν τοὺς ἄλλους. διὰ προστάγματος ἀθετεῖς τὸ κατ' ἐπί νοιαν ἐπιλέγεσθαι ταῦτα τῷ Χριστῷ τὰ ὀνόματα, ὅτι μηδεὶς τῶν ἁγίων τὸ δεῖν οὕτω λέγεσθαι διετάξατο. πῶς οὖν τῇ τοῦ 20ἀγεννήτου20 φωνῇ νομοθετεῖς τὴν θείαν οὐσίαν χα ρακτηρίζεσθαι, ἣν οὐδεὶς τῶν ἁγίων παραδεδωκὼς ἐπιδεί κνυται; εἰ γὰρ οὗτος ὅρος τῆς τῶν ῥημάτων ὀρθότητος, τὸ μόνον ἐκεῖνα φθέγγεσθαι, ἅπερ ἂν ὁ θεόπνευστος λόγος τῆς γραφῆς ὑφηγήσηται, ἐξαλειπτέον ἂν εἴη τῶν συγγραμ μάτων σου τὸ 20ἀγέννητον20, μηδενὸς τῶν ἁγίων τὴν φωνὴν 2.1.313 ταύτην 20θεσμοθετήσαντος20. ἀλλὰ διὰ τὸν ἐγκείμενον 2.1.313 τῷ προσρήματι τούτῳ νοῦν παραδέχῃ τὴν λέξιν. καὶ ἡμεῖς ὡσαύτως διὰ τὴν ἐγκειμένην ἔννοιαν τὴν φωνὴν τῆς ἐπι νοίας παρεδεξάμεθα. οὐκοῦν ἢ τὰ δύο τῆς χρήσεως ἐξαι ρήσομεν ἢ οὐθέτερον, ὅ τι δ' ἂν γένηται τούτων, δι' ἑκα τέρων νικήσομεν. σιωπηθείσης μὲν γὰρ καθόλου τῆς 20ἀγεννησίας20, πᾶσα συγκατεσβέσθη τῶν ἐναντίων κατὰ τῆς ἀληθείας φωνὴ καὶ <ἡ> πρέπουσα τῷ μονογενεῖ θεῷ δόξα παρὰ πάντων ἐκλάμψει, μηδενὸς ὄντος ὀνόματος τοῦ ἐξ ἀντιδιαιρέσεως τὸ μεγαλεῖον τοῦ κυρίου κατασμικρύνοντος. 2.1.314 εἰ δὲ μένοι ἀμφότερα, καὶ οὕτως ἐπικρατήσει μεθ' ἡμῶν ἡ ἀλήθεια, εἰς τὴν ἐπίνοιαν ἐκ τῆς οὐσίας μετατεθέντος τοῦ τῆς 20ἀγεννησίας20 ὀνόματος. ἀλλ' ἕως οὐκ ἐξαιρεῖ τῶν ἰδίων λόγων τὴν τοῦ ἀγεννήτου φωνήν, νουθετησάτω ἑαυτὸν ὁ καθ' ἡμᾶς Φαρισαῖος μὴ πρότερον πρὸς τὸ ἡμέτερον διαβλέπειν κάρφος, πρὶν τὴν ἐγκειμένην αὐτῷ δοκὸν ἀπο βαλεῖν τῶν ὀμμάτων. 2.1.315 20Ἀλλ' ὁ θεός20, φησί, 20καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμά των ἰσομοιρίας, καὶ τοῖς κυριωτάτοις τῶν εὐτελεστάτων, μὴ συμμεταφερομένης ὑπὸ τῶν ὀνομάτων τῆς φυσικῆς εὐτελείας20. ταῦτα κατ' αὐτὴν εἴρηται τὴν λέξιν· οὕτω παρ' αὐτῶν ὡς παρ' ἡμῶν ἀναγέγραπται. εἰ μέν τινα κατὰ τὸ βάθος ἐγκεκρυμμένην ἔχει διάνοιαν τὴν ἡμᾶς διαφεύγουσαν, λεγόντων οἱ κατει ληφότες τὰ πόρρω τῆς ἡμετέρας ἐπόψεως, οἱ μεμυημένοι 2.1.316 παρ' αὐτοῦ τὴν ἐσωτερικήν τε καὶ ἀπόρρητον μύησιν· εἰ δὲ πλέον οὐδὲν τῶν ἐκ τοῦ προχείρου νοουμένων διερμη νεύουσιν, οὐκ οἶδα ποτέρους ἄν τις ἐλεεινοτέρους τῶν ἑτέ ρων λογίσαιτο, τοὺς τὰ τοιαῦτα λέγοντας ἢ τοὺς τὰς ἀκοὰς τοῖς τοιούτοις ὑπέχοντας. 20τοῖς ἀσθενεστάτοις20, φησί, 20τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας20. οὐκοῦν σκοπήσωμεν τὴν τῶν εἰρημένων διά 2.1.317 νοιαν. τὰ ἀσθενέστατα, φησί, ψιλῆς ἀξιοῦται τῆς τῶν τιμίων προσηγορίας, οὐκ ὄντα τὴν φύσιν ἅπερ κατονομάζεται, καὶ τοῦτο ἔργον εἶναι λέγει θεοῦ, τὸ διαψεύδεσθαι τῇ τι μιωτέρᾳ κλήσει τὴν χείρονα φύσιν. καὶ τὸ ἔμπαλιν τὰς ἀτιμοτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχουσι τὸν θεὸν ἐφαρμόζειν λέγει, μὴ συμμετατιθεμένης τῇ κλήσει τῆς φύ 2.1.318 σεως. ὡς δ' ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ' αὐτῶν δειχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον ἀκόλαστον λέγοι ἢ ἀναστρέψας τὸν ἴσῃ κακίᾳ διαβεβλημένον ἀγαθὸν εἴποι καὶ κόσμιον, ἆρα σωφρονεῖν ὁ τοιοῦτος ἤ τινα τῆς ἀληθείας ἔχειν φροντίδα παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται, ἐπηλ λαγμένας πρὸς τοὐναντίον τὰς προσηγορίας ποιούμενος, μὴ συμμαρτυρούσης τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; 2.1.319 ἐγὼ μὲν οὐκ οἶμαι. ταῦτα τοίνυν παρὰ τοῦ θεοῦ γίνεσθαί φησιν οὗτος, ἃ οὔτε ταῖς κοιναῖς τῶν ἐννοιῶν οὔτε ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνηθείᾳ μόνων τῶν ἐκ μέθης ἢ φρενίτιδος παραπαιόντων ἐστὶ τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα καὶ μὴ κατὰ τὸ σημαινόμενον ταῖς ἐπὶ τῶν πραγμάτων κεχρῆ σθαι φωναῖς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτω τύχῃ, τὸν ἄνθρωπον, κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου