224
θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται «τὰ χειροποίητα Αἰγύπτου», τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τῶν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ' ἑκάστην πόλιν καὶ καθ' ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίσταται, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλάνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο, ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ «τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους», ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται, διὰ τὸ μηκέθ' ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρῶσθαι, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων, 8.5.4 εἰ δ' αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι δεῦρο θεωροῦνται οἱ τὴν Αἴγυπτον οἰκοῦντες οἱ μὲν τὸν θεὸν τῶν προφητῶν ἐπεγνωκότες καὶ δι' αὐτὸν τοὺς πατρίους καταλελοιπότες θεούς, οἱ δὲ πρὸς τούτους στασιαστικῶς ἔχοντες, καὶ οἱ μὲν «τοὺς θεοὺς αὐτῶν» εἰσέτι νῦν ἐπικαλούμενοι «καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας» μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ' ἑκάστην ἐκκλησίαν συστησάμενοι ἔν τε ταῖς θλίψεσιν καὶ τοῖς κατ' αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς ὡς θεοὺς οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν ἀλλὰ τὸν ἐπὶ πάντων θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὐτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ εὐχὰς ἀλλ' οὐκέτι τοῖς δαίμοσιν, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι; ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον, οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ «νεφέλης κούφης» ἢ καὶ μᾶλλον «διὰ πάχους ἐλαφροῦ»· οὕτως γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν αἰνιττόμενον. 8.5.5 τοῦτον δὴ οὖν αὐτὸν προϊὼν ἑξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσεν, φήσας· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς». πάλιν γοῦν κἀνταῦθα τὸ Ἑβραϊκὸν «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς» ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ' οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας ἐθεσπίζετο. 8.5.6 Τοσαῦτα διὰ βραχέων καὶ τὰ περὶ τῶν χρόνων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους ἐπιφανείας συνῆκται· πλείονα δ' ἄν τις ἐπὶ σχολῆς εὕροι καὶ τὰς λοιπὰς ἐκπεριιὼν γραφάς· ἡμεῖς γε μὴν τοῖς εἰρημένοις ἀρκεσθέντες μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας. διὸ τὰ οἰκονομηθέντα ἐν ἀνθρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρήσεων ἀναλεξόμεθα. 9.Pin.t Τάδε ἔνεστιν ἐν τῷ ἐνάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 9.Pin.1 Περὶ τῶν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ πραχθησομένων· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν· αʹ. Ἀπὸ τῶν Ἀριθμῶν. βʹ. Ἀπὸ τοῦ Ἡσαΐου. γʹ. Ἀπὸ τῶν Ἀριθμῶν. δʹ. Ἀπὸ τοῦ Ὠσηέ. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ʹ. Ἀπὸ τοῦ αὐτοῦ. ζʹ. Ἀπὸ Ψαλμοῦ ʹ. ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. θʹ. Ἀπὸ Ψαλμοῦ ξζʹ. ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ἀπὸ τοῦ ∆ευτερονομίου. ιβʹ. Ἀπὸ τοῦ Ἰώβ. ιγʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιδʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιζʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ. Λόγος θʹ. Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ' ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὗ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγγράμμασιν διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ' αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν