224
προσηγορίαν. 2.1.320 ἡ δὲ θεία γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντίθεσθαι, ὥστε καὶ φανερῶς ἔστι τῆς προφητείας ἐπὶ τούτοις σχετλιαζούσης ἀκούειν. Ὁ λέγων, φησί, τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. πρὸς τί τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ θεῷ; εἰπάτωσαν οἱ μυσταγωγηθέντες παρ' αὐτοῦ τὰ ἀπόρρητα, τί 20τῶν περὶ γῆν ἀσθενέστατον20 κρίνουσιν, ὃ 20ταῖς τιμιωτάταις20 2.1.321 τῶν ἐπωνυμιῶν παρὰ τοῦ θεοῦ σεμνύνεται. ἀσθενέστατα τῶν ὄντων τὰ τοιαῦτα τῶν ζῴων ἐστὶν οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν σύστασιν ἔχει, τιμιώτατον δὲ τῶν ὄντων ἀρετή τε καὶ ἁγιότης καὶ εἴ τι φίλον τῷ θεῷ. ἆρ' οὖν μυῖαι καὶ σκνῖπες καὶ βάτραχοι καὶ οἷς ἐκ κόπρου ἡ γέ νεσις, ταῦτα τῇ τοῦ ἁγίου καὶ τῇ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχει δὲ τῆς τῶν 20ἀξιωμάτων ἰσομοιρίας20, 2.1.322 καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ' οὔπω τὸ τοιοῦτον ἠκού σαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφυεστέραις τῶν προσηγοριῶν κατωνόμασται ἢ ὅτι τὸ μέγα τῇ φύσει καὶ τίμιον τῇ ἑνὸς τούτων καθυβρίσθη προσηγορίᾳ. δίκαιος ἦν ὁ Νῶε, φησὶν ἡ γραφή, πιστὸς Ἀβραὰμ καὶ πραῢς Μωϋσῆς καὶ σοφὸς ∆ανιὴλ καὶ σώφρων ὁ Ἰωσὴφ καὶ ἄμεμπτος ὁ Ἰὼβ καὶ μακροθυμίαν κατωρθωκὼς ὁ ∆αβίδ. 2.1.323 εἰπάτωσαν τοίνυν, εἴ πη τούτων ἕκαστος ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χεῖρον μαρ τυρουμένων οἷον Νάβαλ ὁ Καρμήλιος καὶ Φαραὼ ὁ Αἰ γύπτιος καὶ Ἀβιμέλεχ ὁ ἀλλόφυλος καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν παρὰ τῆς θείας φωνῆς ἐτιμήθησαν. οὐκ ἔστι ταῦτα, ἀλλ' ὡς ἔχει φύσεως τε καὶ ἀληθείας, οὕτω τὰ ὄντα παρὰ τοῦ θεοῦ κρίνεται τε καὶ λέγεται, οὐκ ἐναντίως τοῖς οὖσιν ὀνο μαζόμενα, ἀλλ' ὡς ἂν μάλιστα καταφανῆ γένοιτο τὰ ση μαινόμενα ταῖς οἰκείαις προσηγορίαις ἐξαγγελλόμενα. 2.1.324 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ 20τῆς πεφωρη μένης συνηθείας20 κατήγορος, ὁ τοὺς 20παρῃρημέ νους ἐν δίκῃ τὸν λογισμὸν20 διασύρων, ταῦτα γινώ σκειν περὶ τῆς θείας ὑποτίθεται φύσεως, ταύτας περὶ θεοῦ τὰς δόξας ἐκτίθεται ὡς κατειρωνευομένου τῶν πραγμάτων ταῖς ψευδωνύμοις φωναῖς καὶ 20τοῖς ἀσθενεστάτοις τὰς τιμιωτάτας20 χαριζομένου προσηγορίας, ἀντιφθεγγο μένης ταῖς προσηγορίαις τῆς φύσεως, καὶ τὰ τίμια καθυ 2.1.325 βρίζοντος τῇ πρὸς τὰ φαῦλα τῶν ὄντων ὁμωνυμίᾳ. καὶ ἄνθρωπος μέν τις τῶν πρὸς ἀρετὴν βλεπόντων ἔξω τι τῆς ἀληθείας καὶ ἀκουσίως πολλάκις παρενεχθεὶς ὑπ' αἰδοῦς καταδύεται, θεῷ δὲ πρέπουσαν ἡγεῖται τιμὴν τὸ φανῆναι διαψευδόμενον ταῖς ἐπωνυμίαις τὰ πράγματα; οὐ ταῦτα μαρτυροῦσιν αἱ προφητεῖαι τῇ θείᾳ φύσει. Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, φησὶν ὁ ∆αβίδ. πῶς οὖν ἀληθινὸς ὁ τῶν πραγμάτων καταψευδόμενος καὶ ὑπαλλάσσων ἐν ταῖς τῶν ὀνομάτων ἐμφάσεσι τὴν ἀλήθειαν; Εὐθὴς κύριος 2.1.326 ὁ θεός, παρὰ τοῦ αὐτοῦ πάλιν προσαγορεύεται. ἆρ' οὖν εὐθύτητός ἐστι τὸ σεμνύνειν ἐν τοῖς τιμιωτάτοις τῶν ὀνο μάτων τὰ ἄτιμα καὶ τὴν ἐπωνυμίαν διδόντα ψιλὴν τῆς ἐμ φαινομένης ἀξίας τῷ ῥήματι βασκαίνειν τῷ μετειληφότι τῆς κλήσεως; αὕτη τῶν θεολόγων τούτων ἡ περὶ τοῦ νέου θεοῦ μαρτυρία· τοῦτο τῆς πολυθρυλήτου διαλεκτικῆς ἀγχινοίας τὸ πέρας, τὸ δεῖξαι τὸν θεὸν αὐτὸν καὶ ταῖς ἀπάταις ἐπι τερπόμενον καὶ τοῦ κατὰ τὸν φθόνον πάθους οὐ καθα 2.1.327 ρεύοντα. ἀπάτης μὲν γάρ ἐστι τὸ μὴ ὡς ἔχει φύσεώς τε καὶ ἀξίας τὰ ἀσθενῆ τῶν πραγμάτων κατονομάζειν, ἀλλ' ἐκ τῶν ὑπερεχόντων τὰς ἐπωνυμίας αὐτοῖς μάτην χαρίζεσθαι, μὴ συμμετατιθέντα τῇ κλήσει τῶν κατονομαζομένων τὴν δύναμιν· φθόνου δὲ τὸ δυνάμενον τὴν τιμιωτέραν λῆξιν τοῖς πρὸς τὸ κρεῖττον ὀνομασθεῖσι χαρίζεσθαι ὀκνεῖν τὴν χάριν, οἱονεὶ ζημίαν ἰδίαν κρίνοντα τὴν τῶν ἀσθενῶν εὐπραγίαν. 2.1.328 ἀλλ' ἐγὼ συμβουλεύσαιμ' ἂν τοῖς γε νοῦν ἔχουσι, κἂν ὁ τῶν Γνωστικῶν τούτων θεὸς τοιοῦτος εἶναι ὑπὸ τῆς τῶν συλλογισμῶν βίας καταναγκάζηται, μὴ οὕτω καὶ τὸν ἀλη θινὸν θεόν, τὸν μονογενῆ θεὸν οἴεσθαι, ἀλλὰ