225
χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ' Ἑβραίοις προαναπεφώνητο. 9.Prooem.2 τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι' αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. Πρῶτον οὖν ἁπάντων, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρῶν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τρόπον· 9.1.1 Ἀπὸ τῶν Ἀριθμῶν. Μωσῆς ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος· «φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδών, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνο μεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.» 9.1.2 Ἐπὶ ταύτῃ φασὶν τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαάμ σεσῶσθαι γὰρ αὐτήν, ὡς καὶ ἦν εἰκός, παρ' αὐτοῖς, ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινα παρὰ τοὺς συνήθεις ἀστέρας κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον, σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστινῶν ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ τοῦ φανέντος ἀστέρος σημαινομένου βασιλέως. 9.1.3 Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος, λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδουτοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ὅτε καὶ παραπεμφθέντες εἰς Βηθλεὲμ «ἐπορεύθησαν, καὶ ἰδοὺ» πάλιν ὁ αὐτὸς «ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ». 9.1.4 Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι, συνιδεῖν ἄξιον· θραῦσιν ἀρχηγῶν Μωάβ, καὶ προνομὴν υἱῶν Σήθ, καὶ τῶν γε λοιπῶν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Ἐδὼμ καὶ Ἠσαῦ. 9.1.5 τί δὲ ᾐνίξατο διὰ τούτων ἢ διὰ μὲν τῶν ἀρχηγῶν Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ' οὐχ ἑτέρων ἐμνήσθη, διὰ τὴν εἰδωλολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε «ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ» δαίμων δὲ ἦν οὗτος, ὡς θεὸς παρὰ τῷ βασιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος. 9.1.6 ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωάβ, λέγω δὲ τῶν παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν εἰδωλολάτρησαν γοῦν καὶ «προσεκύνησαν» τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφή· «καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ», δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόρνευσαν εἰς τὰς Μωαβίτιδας, εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει ἡγεμόνας Μωάβ»· 9.1.7 ὡσεὶ σαφέστερον ἔλεγεν, τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν