226
Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, ὧν θραυσθέντων τοὺς «υἱοὺς Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. «καὶ ἔσται» γάρ φησιν, «Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ». 9.1.8 οἱ γὰρ πάλαι ἐχθροὶ τοῦ θεοῦ καὶ τοῦ Ἰσραήλ, φησί, γενήσονται κληρονομία τοῦ προφητευομένου. αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ· «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». ὧν εἰς τὸν κλῆρον τῶν ἁγίων μεταστάντων, τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει. 9.1.9 φησὶν γοῦν· «καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ». τί δὲ ἐποίησεν ἐν ἰσχύϊ ἢ τὴν πάντων μεγίστην ἀσέβειαν; διὸ «ἐξεγερθήσεται» ἀπ' αὐτῶν καὶ ἐξαναστήσεται. 9.1.10 τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσεν «σωζόμενον ἐκ πόλεως»; οἶμαι δὲ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐτῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων. 9.1.11 Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους. τί δ' ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος, συνιδεῖν ἄξιον. «εἰς σημεῖά» φησιν ὁ Μωσῆς καὶ «εἰς καιροὺς» τεθεῖσθαι τοὺς πάντας «ἐν τῷ στερεώματι» ὑπὸ τοῦ θεοῦ ἀστέρας. ξένος δὲ ἦν καὶ οὐ συνήθης οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου «φωστῆρος» ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστήρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο. 9.1.12 ἐπειδὴ γὰρ καθ' ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γρα φῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν, μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σῴζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ. 9.1.13 γίνονται μὲν οὖν καὶ ἐφ' ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἷον τῶν καλουμένων παρά τισιν κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων. 9.1.14 ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ' ἄν ποτε οἷον τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς, εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστήρ, μέγαν καὶ νέον φωστῆρα ἐπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ πᾶσιν αἰνιττόμενος. 9.1.15 Κατὰ τὸ αὐτὸ δὲ ἡ προφητεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι' ὧν φησιν· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ», τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις «ἀνατολὴν» ὁμοῦ καὶ «φῶς» καὶ «ἥλιον δικαιοσύνης» ἀποκαλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν. 9.1.16 εἶτα τὸ μὲν θειότερον αὐτοῦ, ἅτε φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τῷ τῆς ἀνατολῆς ἐπεφήμισεν προσρήματι, φήσας· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ», τὸν δὲ ἄνθρωπον διὰ τὸ συμβὰν περὶ αὐτὸν πάθος ὡς ἂν πεπτωκότα «ἀναστήσεσθαι» θεσπίζει, ὁμοίως οἷς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησιν· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». καὶ σαφές γε, τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἡμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν τοῦτ' ἔστιν ἀπὸ τοῦ ἐκ περιτομῆς λαοῦ, πᾶσι τοῖς ἔθνεσιν, ἀλλ' οὐχὶ τῷ