226
ἀτίμοις τὰ ὑψηλότερα τῶν ὀνομάτων χαρίζεσθαι, μὴ συμμεταδιδόντα τῆς ἐμφαι νομένης τῇ σημασίᾳ τῶν ὀνομάτων ἀξίας, καὶ πάλιν τὰ μεγάλα κατὰ τὴν φύσιν καθυβρίζειν ταῖς ἀτίμοις φωναῖς, τῇ ταπεινότητι τῶν ῥημάτων οὐ συμμετατιθεμένης τῆς φύ 2.1.336 σεως; ἀλλ' ἀδικοῦμεν τάχα τὴν ἀδιανόητον αὐτοῦ ταύτην τῶν ῥημάτων συνθήκην ταῖς τοιαύταις κατηγορίαις ὑπά γοντες. ταῦτα γὰρ καθόλου πάσης ἐστὶ διανοίας ἀλλότρια, οὐ μόνον τῆς ὀρθῆς λέγω τῆς εἰς εὐσέβειαν, ἀλλ' οὐδ' ὁπωσοῦν μετέχοντά τινος λογισμοῦ τοῖς ἐξετάζειν ἀκριβῶς 2.1.337 ἐπισταμένοις εὑρίσκεται. ἐπεὶ οὖν καθ' ὁμοιότητα τῶν θα λασσίων πνευμόνων ὄγκον μέν τινα τὸ φαινόμενον ἔχειν δοκεῖ, ὁ δὲ ὄγκος φλέγμα ἐστὶ βδελυκτὸν μὲν ἰδεῖν, βδε λυκτότερον δὲ εἰς χεῖρας λαβεῖν, διὰ τοῦτο πρεπωδεστάτην πρὸς τὰ μάταια τὴν σιωπὴν κρίνων παραδραμοῦμαι τὰ εἰρημένα σιγῇ. τίνι γὰρ διοικεῖται νόμῳ ἐνέργειά τε καὶ ἀναλογία καὶ σχέσις καὶ τίς ὁ νομοθετῶν τῷ θεῷ τοὺς τῆς ἀναλογίας καὶ σχέσεως νόμους καὶ τρόπους, κρεῖττον ἂν εἴη μένειν ἀνεξέταστον ἢ διὰ τῆς περὶ ταῦτα σπουδῆς ναυτίαν τε ποιεῖν τοῖς ἀκούουσι καὶ ἀπάγειν τῶν σπουδαι οτέρων τὸν λόγον. 2.1.338 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογο γραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες· ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λόγον τοῖς εἰρημένοις ἐναπολῆξαι, μηδεμίαν ἐκ τῶν γεγραμμένων ὕλην εἰς ἐργασίαν εὑρίσκοντα. ὡς γάρ τις καπνὸς ἢ ὀμίχλη βαθύνει μὲν καὶ ἀναθολοῖ τὸν ἀέρα, ἐν ᾧπερ ἂν τὴν σύ στασιν λάβῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν κωλύει τὴν ὅρασιν, οὐ μὴν οὕτω καταπυκνοῦται πρὸς ἑαυτὴν ὡς καὶ δράξασθαι τὸν βουλόμενον καὶ περισχεῖν ταῖς παλάμαις καὶ ἀντιτυπῆσαι τῷ πλήττοντι, τοιοῦτόν τι καὶ περὶ τῆς σεμνῆς ταύτης λογογραφίας εἰπών τις οὐκ ἂν τῆς ἀληθοῦς 2.1.339 εἰκασίας ἁμάρτοι. πολὺς ὁ ὕθλος ἐν ὀγκώδει καὶ φλεγμαί νοντι λόγῳ πεπονημένος καὶ τῷ μὴ λίαν διορατικῷ τὴν ψυχὴν ὥσπερ ἀχλὺς τῷ πόρρωθεν βλέποντι σύστασιν ἔχειν τινὰ καὶ φαντασίαν δοκεῖ· εἰ δέ τις κατ' αὐτὸν γένοιτο καὶ τῇ ἐξεταστικῇ διανοίᾳ τῶν εἰρημένων ἐφάπτοιτο, καπνοῦ δίκην διαρρεῖ <ὑπὸ> τῆς λαβῆς τὰ νοήματα καὶ εἰς τὸ μὴ ὂν διασκίδναται καὶ οὐ δέχεται διά τινος στερρότητος καὶ 2.1.340 ἀντιτυπίας τὸν πλήττοντα λόγον. τί οὖν χρὴ πράττειν, ἄπορον· εὐσυκοφάντητος γὰρ πρὸς ἑκάτερον παρὰ τοῖς φιλ αιτίοις ἡ αἵρεσις, εἴτε καθάπερ τινὰ φάραγγα διαπηδή σαντες τὴν κενοφωνίαν ἐπὶ τὰ πρανῆ καὶ ἐπίδρομα τὸν λόγον εὐθύνωμεν, τοῖς δοκοῦσί τινα κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν συσταθέντες διὰ τῆς ἀντιρρήσεως, εἴτε καὶ πάσῃ συμπαρατείνωμεν τῇ φλυαρίᾳ τὴν πρὸς τὰ μάταια μάχην· οὕτω μὲν γὰρ ἐπαχθὴς ἔσται τοῖς ἀφιλοπόνοις ἡ σπουδὴ καὶ ἀνόνητος ἐν πολλαῖς ἐπῶν χιλιάσιν ἐπ' οὐδενὶ 2.1.341 χρησίμῳ μηκυνομένη. εἰ δὲ τῶν δοκούντων ἔχειν τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν μόνων ἀντιλαβοίμεθα, κατηγορίας ἀφορ μὴν τοῖς ὑπεναντίοις παρέξομεν ὡς παρεικότες τινὰ τῶν οὐ δεχομένων ἀντίρρησιν. ἐπειδὴ τοίνυν δύο προκειμένων ἡμῖν, τοῦ τε διὰ πάντων τὸν λόγον ἐλθεῖν καὶ τοῦ τοῖς ἀναγκαιοτέροις μόνοις ἐπιδραμεῖν, τὸ μὲν ἐπαχθὲς τοῖς ἀκούουσι, τὸ δὲ τοῖς διαβάλλουσιν ὕποπτον, καλῶς ἔχειν φημὶ μέσην τινὰ τραπόμενον ἐκφυγεῖν ἑκατέρωθεν ὡς οἷόν τε 2.1.342 τὸ ὑπαίτιον. τίς οὖν ἡ μέθοδος; πάντων τῶν κατὰ τὸ 2.1.342 μάταιον πεπονημένων αὐτῷ συντεμόντες ὡς οἷόν τε τὸν πολὺν συρφετὸν δι' ὀλίγων ἐπιδραμούμεθα κεφαλαιωδῶς τὰ νοήματα, ὡς μήτε τοῖς ἀνοήτοις ἐμβαθύνειν εἰκῆ μήτε τι τῶν εἰρημένων περιϊδεῖν ἀνεξέταστον. 2.1.343 Ἅπας τοίνυν ὁ λόγος αὐτῷ πρὸς ταύτην ἄσχολός ἐστι τὴν σπουδήν, δεῖξαι φιλονεικῶν ἀνθρωπικῶς τὸ θεῖον δια λεγόμενον καὶ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς αὐτὸν τοῖς οὖσι τὸν τῶν πραγμάτων δημιουργὸν ἐφαρμόζοντα. καὶ διὰ τοῦτο μαχόμενος πρὸς τὸν εἰπόντα τῆς λογικῆς εἶναι φύσεως, ἣν θεόθεν εἰλήφαμεν, τὰ τοιαῦτα τῶν ὀνομάτων, καὶ τῆς ἀληθείας διαμαρτάνειν φησὶ καὶ τῆς ἰδίας αὐτὸν μὴ κρατεῖν ὑποθέσεως καὶ ταύτην ἐπαγαγὼν τὴν μέμψιν 2.1.344 αὐτῷ