1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

227

Ἰακὼβ ὅθεν καὶ προῆλθεν, ἐξέλαμψεν. 9.1.17 τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκουσῶν τὸν Χριστὸν «ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν», οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ Βαλαὰμ λόγων, δι' ὧν φησιν· «ἐξελεύσεται ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν». 9.1.18 τίνος δὲ ἐκ σπέρματος ἢ τοῦ Ἰσραήλ, ὡς ἡ σύμφρασις παρέστησεν; καὶ δὴ κυριεύσας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφητείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχούσας ἀοράτους καὶ μοχθηρὰς δυνάμεις καθεῖλεν, καὶ «τὰ πνευματικὰ τῆς πονηρίας», τό τε στῖφος τὸ δαιμονικόν, «ἀρχηγοὺς Μωὰβ» καὶ «Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα. 9.1.19 ἀσαφῶς δὲ κείμενον παρὰ τοῖς ἑβδομήκοντα τὸ «δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει», σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὄψομαι αὐτόν, καὶ οὐ νῦν, προσκοπῶ αὐτόν, ἀλλ' οὐκ ἐγγύς», ὁ δὲ Σύμμαχος λευκότερον, φήσας· «ὁρῶ αὐτόν, ἀλλ' οὐκ ἐγγύς». 9.1.20 λέγοιτο δ' ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ' αὐτὸν χρόνοις μελλόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίας. 9.2.1 Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.» Τὸ δ' αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι. 9.2.2 οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασιλεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν «οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλόμενος ὁ λόγος, θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ' ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς· «καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον», οἱ πρὶν μὴ εἰδότες αὐτόν, «καὶ εὔξονται τῷ κυρίῳ εὐχάς», καὶ τὰ τούτοις παραπλήσια. 9.2.3 ἀνωτέρω μὲν οὖν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ «κληρονο μία» τοῦ θεσπιζομένου «Ἐδὼμ» καὶ «Ἠσαῦ» ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων ἀλλ' αὐτοῦ τοῦ παρὰ τοῖς Ἰουδαίων προφήταις θεολογουμένου κυρίου θεσπίζεται. 9.2.4 ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασιν καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν καὶ τοῦτον μόνον σέβοντας καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει. 9.2.5 Ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τροπικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον «ἐπὶ νεφέλης κούφης» ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος, «χειροποίητα» δὲ «Αἰγύπτου» σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττωμένους πάντας, τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους. 9.2.6 πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ, ὅτε κατὰ τὸν