227
τοιούτοις κέχρηται λογισμοῖς πρὸς ἀπόδειξιν. 20εἶπε20, φησίν, 20ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτο τέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέ τασιν ἐπίνοιαν λέγεσθαι20. καὶ τῇ τοιαύτῃ κατασκευῇ διελέγχει τὸν λόγον, ὡς οἴεται, ὅτι 20ἐν οἷς οὐκ ἔστι πρῶτον καὶ δεύτερον νόημα οὔτε λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, οὐκ ἂν ἔχοι20, 2.1.345 φησί, 20χώραν τὸ κατ' ἐπίνοιαν20. τέως μὲν οὖν καὶ τοῦτο δολερῶς ὑφαρπάσας παρὰ τῶν ἐχόντων ἀκοὴν φωρα θήσεται. οὐ γὰρ πάσης ἐπινοίας τοῦτον πεποίηται τὸν ὁρισμὸν ὁ διδάσκαλος ἡμῶν, ἀλλ' οἷον ἰδικήν τινα τῶν κατ' ἐπίνοιαν θεωρουμένων ὑποδιαίρεσιν ποιησάμενος, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπεισαγάγοι τῷ λόγῳ, τὸ μέρος τοῦτο διασαφήσας ἀφῆκε τοὺς νοῦν ἔχοντας ἐκ τοῦ μέρους τὸ 2.1.346 ὅλον ἐπιλογίζεσθαι. καὶ ὥσπερ κατὰ πλειόνων καὶ δια φερόντων τῷ εἴδει κατηγορεῖσθαί τις τὸ ζῷον εἰπὼν οὐκ ἂν ὡς διαμαρτὼν τῆς ἀληθείας διελεγχθείη ἰδίως τὸν ἄν θρωπον εἰς ὑπογραφὴν ἀγαγὼν οὐδ' ἄν τις αὐτὸν ὡς ἀπο σφαλέντα τοῦ ὄντος εὐθύνοιεν, εἰ μὴ κατὰ πτηνοῦ τε καὶ τετράποδος καὶ ἐνύδρου τὸν αὐτὸν ἀποδιδοίη λόγον, ὃν ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ἀπεφήνατο, οὕτω πολυσχιδῶς καὶ ποικίλως τοῦ κατ' ἐπίνοιαν θεωρουμένου λόγου οὐκ ἂν ἔλεγχος εἴη τὸ μὴ εἶναι κυρίως ἐκείνην ἐπίνοιαν τῷ καὶ ἕτερον εἶναι εἰπεῖν, ὥστε κἂν ἄλλο τι ἐπινοίας εἶδος θεω 2.1.347 ρηθῇ, τὸ προαποδοθὲν οὐχ ἡμάρτηται. 20εἰ μὲν οὖν τις20, φησί, 20τῶν ἀποστόλων ἢ τῶν προφητῶν τούτοις χρησάμενος ἐπὶ τοῦ Χριστοῦ τοῖς ὀνόμασιν ἀπεδείκνυτο, εἶχεν ἂν παραμυθίαν τὸ ψεῦδος20. ὅσην μαρτυρεῖ τῷ λογογράφῳ τὰ εἰρημένα τὴν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ φιλοπονίαν. οὐδεὶς εἶπε τῶν προφητῶν ἢ τῶν ἀποστόλων ἄρτον ἢ λίθον ἢ πηγὴν ἢ ἀξίνην ἢ φῶς 2.1.348 ἢ ποιμένα τὸν κύριον; τί οὖν ὁ ∆αβίδ; περὶ τίνος φησὶν ὅτι Κύριος ποιμαίνει με, καὶ Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσ-σχες; ἆρά τι διαφέρει ποιμένα εἰπεῖν ἢ ποιμαίνοντα καὶ Παρὰ σοὶ πηγὴ ζωῆς; ἆρα δέχεται τὸ πηγὴν εἰρῆσθαι τὸν κύριον καὶ Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες; ὁ δὲ Ἰωάννης τὴν ἀναιρετικὴν τῆς κακίας· δύναμιν τοῦ κυρίου τῷ τῆς ἀξίνης διασημαίνων ὀνόματι ἐν οἷς φησιν Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κείται, οὐκ ἀξιόπιστος 2.1.349 τούτῳ μάρτυς τῶν εἰρημένων δοκεῖ; ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περι λαμφθεὶς τῷ φωτὶ καὶ μετὰ ταῦτα τὰς παρὰ τοῦ φωτὸς ἀκούων φωνὰς ὅτι Ἐγὼ Ἰησοῦς ὃν σὺ διώκεις, οὐχ ἱκανὸς ἄρα πρὸς μαρτυρίαν ἐστί; περὶ δὲ τοῦ ἄρτου ἀναγνώτω τὸ εὐαγγέλιον, ὅτι ἡ παρὰ τοῦ Μωϋσέως τροφὴ ἡ οὐρανόθεν τῷ Ἰσραὴλ χορηγουμένη εἰς τὸν τοῦ κυρίου τύπον ὑπ' 2.1.350 αὐτοῦ τοῦ κυρίου μετείληπται. Οὐ γὰρ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον, ἀλλ' ὁ πατήρ μου δίδωσι τὸν ἄρτον τὸν ἀληθινόν, ἑαυτὸν λέγων τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἀλλ' ὁ γνήσιος ἀκροατὴς τοῦ νόμου μηδένα φησὶ τῶν προφητῶν ἢ τῶν ἀποστόλων ταῦτα ἐπιτεθεικέναι τῷ Χριστῷ τὰ ὀνόματα. τί οὖν τὸ ἐφεξῆς, εἰ αὐτὸς ἑαυτὸν τούτοις ὠνόμασεν ὁ κύριος; ἐπειδή γε τῶν τοῦ σωτῆρος ὀνομάτων οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύ τερον οὐδὲ λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, ὁμοῦ τὰ πάντα καὶ μετὰ τῆς ἴσης ἀκριβείας γινώσκοντος, οὐδὲ τούτων οὐδενὶ δυνατὸν συναρμόσαι τὸν περὶ τῆς ἐπι νοίας αὐτῷ ῥηθέντα λόγον. 2.1.351 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον· ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδρυνόμενοι τῇ ἀσχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχομένη τῶν ἐναντίων ἡ ἄνοια;) ἀλλ' ὡς ἂν ὁδῷ προΐοι συνιστῶσα διὰ πάντων ἑαυτὴν ἡ ἀλή θεια. 20ἐπειδή20, φησίν, 20ἑαυτῷ ταύτας ἐπέθηκε τὰς προσηγορίας ὁ κύριος οὔτε τι πρῶτον νοῶν οὔτε δεύτερον οὔτε λεπτότερόν τι ἢ ἀκριβέ στερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα 2.1.352 εἰπεῖν τὰ ὀνόματα20. πῶς μέμνηται τοῦ ἰδίου σκο ποῦ; πῶς οἶδε τοὺς λόγους